Esdras ii (Ezra et Nehemias in textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ τεσσεράκοντα ἔτη διέθρεψας αὐτοὺς ἐν τῇ ἐρήμῳ· οὐχ ὑστέρησας· ἱμάτια αὐτῶν οὐκ ἐπαλαιώθησαν, καὶ πόδες αὐτῶν οὐ διερράγησαν.

καὶ ἔδωκας αὐτοῖς βασιλέας καὶ λαούς, καὶ ἐμέρισας αὐτοῖς, καὶ ἐκληρονόμησαν τὴν γῆν Σηὼν καὶ τὴν Ὢγ βασιλέως τοῦ Βασάν.

καὶ τοὺς υἱοὺς αὐτῶν ἐπλήθυνας ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ εἰσήγαγες αὐτοὺς εἰς τὴν γῆν ἣν εἶπας τοῖς πατράσιν αὐτῶν, καὶ ἐκληρονόμησαν αὐτήν.

καὶ ἐξέτριψας ἐνώπιον αὐτῶν τοὺς κατοικοῦντας τὴν γῆν τῶν Χαναναίων, καὶ ἔδωκας αὐτοὺς [*](U+05D0A) [*](14 νομον] + ον U+05D0c.a | δουλου] pr του U+05D0a?c.a?A A 15 ουνου (sic) A | σιτοδο- τιαν Bᵇ σιτοδιαν A σιτοδοινα U+05D0* (σιτοδειαν U+05D0c.a) | εφ] εις A 16 και 1°] pr και αυτοι και οι πατερες ημων υπερηφανευσαντο U+05D0c.a ᵐᵍ A | om σου U+05D0* (superscr U+05D0c.a 17 ανεμνησθησαν] εμνησθησαν U+05D0?A | ουτων 2°] εαυτων A | δουλιαν U+05D0 | θεος] + αφιων U+05D0c.a mg | οικτιρμων BᵇU+05D0 | εγκατελιπες Bᵇ εγκατελειπες A (item 19) 19 συ εν] συν U+05D0 | οικτιρμοις BᵇU+05D0 (item 27, 28, 31) | πολλοις] μεγαλοις A | αυτους 1°] αυτοις A*ᵛiᵈ (αυτους A?) | ουτων] αυτω B* (ν superscr Bᵇ(vid)) | φωτιζειν] pr του U+05D0 | την οδον (οδον sup ras B¹?ᵃ?)] pr ӄ (superscr) Ba(vid)U+05D0c.a 20 εδωκας 1°] εδωκα U+05D0*vid (ς ins U+05D0?) | αυτους αυτους συνετισαι U+05D0* (αυτ. 1° improb U+05D0?) 21 στεσσαρακοντα Bᵇ | υστερησας] υστερησαν BᵃᵇU+05D0A | ποδες] τα υποδηματα U+05D0 υποδ. A 22 βασιλειας U+05D0A | om και 3° U+05D0c.aA | εμε- ρισας] διεμερισας A | την γην] om την A | Σηων] + βασιλεως Εσεβων U+05D0c.a ᵐᵍA | την 2°] + γην U+05D0A 24 τους κατοικουντας] pr και U+05D0* (improb U+05D0?))

201
εἰς τὰς χεῖρας αὐτῶν καὶ τοὺς βασιλεῖς αὐτῶν καὶ τοὺς λαοὺς τῆς [*](B) γῆς, ποιῆσαι αὐτοῖς ὡς ἀρεστὸν ἐνώπιον αὐτῶν,

καὶ κατελάβοσαν πόλεις ὑψηλάς, καὶ ἐκληρονόμησαν οἰκίας πλήρεις πάντων ἀγαθῶν, λάκκους λελατομημένους, ἀμπελῶνας καὶ ἐλαιῶνας καὶ πᾶν ξύλον βρώσιμον εἰς πλῆθος· καὶ ἐφάγοσαν καὶ ἐνεπλήσθησαν καὶ ἐλιπάνθησαν, καὶ ἐτρύφησαν ἐν ἀγαθωσύνῃ σου τῇ μεγάλῃ.

καὶ ἠλάλαξαν καὶ ἀπέστησαν ἀπὸ σοῦ, καὶ ἔρριψαν τὸν νόμον σου ὀπίσω σώματος αὐτῶν, καὶ τοὺς προφήτας σου ἀπέκτειναν οἳ διεμαρτύραντο ἐν αὐτοῖς ἐπιστρέψαι αὐτοὺς πρὸς σέ, καὶ ἐποίησαν παροργισμοὺς μεγάλους.

καὶ ἔδωκας αὐτοὺς ἐν χειρὶ θλιβόντων αὐτούς, καὶ ἔθλιψαν αὐτούς· καὶ ἀνεβόησαν πρὸς σέ ἐν καιρῷ θλίψεως αὐτῶν, καὶ σὺ ἐξ οὐρανοῦ σου ἤκουσας, καὶ ἐν οἰκτειρμοῖς σου τοῖς μεγάλοις ἔδωκας αὐτοῖς σωτῆρας καὶ ἔσωσας αὐτοὺς ἐκ χειρὸς θλίβοντος αὐτούς.

καὶ ὡς ἀνεπαύσαντο, ἐπέστρεψαν ποιῆσαι τὸ πονηρὸν ἐνώπιόν σου· καὶ ἐγκατέλιπες αὐτοὺς εἰς χεῖρας ἐχθρῶν αὐτῶν, καὶ κατῆρξαν ἐν αὐτοῖς. καὶ πάλιν ἀνεβόησαν πρὸς σέ, καὶ σὺ ἐξ οὐρανοῦ εἰσήκουσας καὶ ἐρρύσω αὐτοὺς ἐν οἰκτειρμοῖς σου πολλοῖς,

καὶ ἐπεμαρτύρω αὐτοῖς ἐπιστρέψαι αὐτοὺς εἰς τὸν νόμον σου· καὶ οὐκ ἤκουσαν, ἀλλὰ ἐυτολαῖς σου καὶ ἐν τοῖς κρίμασί σου ἡμάρτοσαν, ἃ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς· καὶ ἔδωκαν νῶτον ἀπειθοῦντα καὶ τράχηλον αὐτῶν ἐσκλήρυναν, καὶ οὐκ ἤκουσαν.

καὶ εἴλκυσας ἐπʼ αὐτοὺς ἔτη πολλά, καὶ ἐπεμαρτύρω αὐτοῖς ἐν πνεύματί σου ἐν χειρὶ προφητῶν σου· καὶ οὐκ ἠνωτίσαντο, καὶ ἔδωκας αὐτοῖς ἐν χειρὶ λαῶν τῆς γῆς.

καὶ σὺ ἐν οἰκτειρμοῖς σου τοῖς πολλοῖς οὐκ ἐποίησας αὐτοῖς συντέλειαν καὶ οὐκ ἐγκατέλιπες αὐτούς, ὅτι ἰσχυρὸς καὶ ἐλεήμων καὶ οἰκτείρμων.

καὶ νῦν ὁ θεὸς ἡμῶν, ὁ ἰσχυρὸς ὁ μέγας ὁ κραταιὸς καὶ ὁ φοβερός, φυλάσσων τὴν διαθήκην σου καὶ τὸ ἔλεός σου, μὴ ὀλιγωθήτω ἐνώπιόν σου πᾶς ὁ μόχθος ὃς εὗρεν ἡμᾶς καὶ τοὺς βασιλεῖς ἡμῶν καὶ τοὺς ἄρχοντας ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς [*](24 τας χειρας] om τας U+05D0* (superscr U+05D0c.ᵃ) | αρεστα U+05D0 25 om ελαιωνας U+05D0A και U+05D0* (hab ελεωνας ӄ U+05D0a ᵐᵍ) | ετρυφησαν] ε|νετρυφησαν A 26 ηλαλαξαν BU+05D0a(vid)] ηλλαξαν U+05D0*A | ερρειψαν B*U+05D0 (ερριψαν BᵇA) | ουτων] εαυτων U+05D0 | διεμαρτυρουντο A 27 om σου 1° A | σωτηριας A | θλιβοντος] θλιβοντων U+05D0 (θλειβ.) A 28 ενκατελιπες U+05D0 εγκατελειπες A (item 31) 29 αλλ A | εντο- λαις] pr εν ταις U+05D0A | om εν A | κριμασιν A | ημαρτον (ημαρτοσαν U+05D0a(vid)) | α B*ᵇ) ο Bᵃᵇ ᵐᵍ | om εν αυτοις A | τραχηλον ουτων εσκληρυναν] εσκληρυναν τον τραχ. αυτ. U+05D0 τραχ. εαυτων εσκληρ. A 30 ηλκυσας A | ετη] εθνη (θνη sup ras) Bc.a | ενωτισαντο U+05D0A | αυτοις B* et sup ras A (αυτους BᵃᵇU+05D0A*) 31 αυτοις] αυτους U+05D0A | ισχυρος] + ει U+05D0c.ᵃA | οικτειρμων] ει U+05D0c.ᵃ 32 om ημων 1° U+05D0* (superscr U+05D0ᵃ) | ο φοβερος] om ο A | φυλασσων] pr ο U+05D0 | om σου 1° A)

202
[*](B) προφήτας ἡμῶν καὶ τοὺς πατέρας ἡμῶν καὶ ἐν παντὶ τῷ λαῷ σου ἀπὸ ἡμερῶν βασιλέων Ἀσσοὺρ καὶ ἕως τῆς ἡμέρας ταύτης.

καὶ σὺ δίκαιος ἐπὶ πᾶσι τοῖς ἐρχομένοις ἐφʼ ἡμᾶς, ὅτι ἀλήθειαν ἐποίησας· καὶ ἡμεῖς ἐξημάρτομεν,

καὶ οἱ βασιλεῖς ἡμῶν καὶ οἱ ἄρχοντες ἡμῶν καὶ οἱ ἱερεῖς ἡμῶν καὶ οἱ πατέρες ἡμῶν οὐκ ἐποίησαν τὸν νόμον σου, καὶ οὐ προσέσχον τῶν ἐντολῶν σου καὶ τὰ μαρτύριά σου ἃ διεμαρτύρω αὐτοῖς.

καὶ αὐτοὶ ἐν βασιλείᾳ σου καὶ ἐν ἀγαθωσύνῃ τῇ πολλῇ ᾗ ἔδωκας αὐτοῖς καὶ ἐν τῇ γῇ τῇ πλατείᾳ καὶ λιπαρᾷ ᾗ ἔδωκας ἐνώπιον αὐτῶν οὐκ ἐδούλευσάν σοι, καὶ οὐκ ἀπέστρεψαν ἀπὸ ἐπιτηδευμάτων αὐτῶν τῶν πονηρῶν.

ἰδού ἐσμεν σήμερον δοῦλοι, καὶ ἡ γῆ ἣν ἔδωκας τοῖς πατράσιν ἡμῶν φαγεῖν τὸν καρπὸν αὐτῆς,

τοῖς βασιλεῦσιν οἷς ἔδωκας ἐφʼ ἡμᾶς ἐν ἁμαρτίσις ἡμῶν· καὶ ἐπὶ τὰ σώματα ἡμῶν ἐξουσιάζουσιν καὶ ἐν κτήνεσιν ἡμῶν ὡς ἀρεστὸν αὐτοῖς, καὶ ἐν θλίψει μεγάλῃ ἐσμέν.

καὶ ἐν πᾶσι τούτοις ἡμεῖς διατιθέμεθα πίστιν· καὶ γράφομεν, καὶ ἐπισφραγίζουσιν ἄρχοντες ἡμῶν, Λευεῖται ἡμῶν, ἱερεῖς ἡμῶν.