Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οὐκ ἐκωλύθησαν τῆς οἰκοδομῆς μέχρις οὗ ἀποσημανθῆναι Δαρείῳ περὶ αὐτῶν καὶ προσφωνηθῆναι.

Ἀντίγραφον ἐπιστολῆς ἧς ἔγραψεν Δαρείῳ καὶ ἀπέστειλαν Σισίννης ὁ ἔπαρχος Συρίας καὶ Φοινίκης καὶ Σαθραβουρζάνης καὶ οἱ συνέταιροι οἱ ἐν Συρίᾳ καὶ Φοινίκῃ ἡγεμόνες Βασιλεῖ Δαρείῳ χαίρειν.

πάντα γνωστὰ ἔστω τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ ὅτι παραγενόμενοι εἰς τὴν χώραν τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ τὴν πόλιν κατελάβομεν τῆς αἰχμαλωσίας τοὺς πρεσβυτέρους τῶν Ἰουδαίων ἐν Ἰερουσαλὴμ τῇ πόλει οἰκοδομοῦντας οἶκον τῷ κυρίῳ μέγαν καινόν, (9)διὰ λίθων ξυστῶν πολυτελῶν, ξύλων τιθεμένων ἐν τοῖς οἴκοις,

καὶ τὰ ἔργα ἐκεῖνα ἐπὶ σπουδῆς γινόμενα, καὶ εὐοδούμενον τὸ ἔργον ἐν ταῖς χερσὶν αὐτῶν, καὶ ἐν πάση δόξῃ καὶ ἐπιμελείᾳ συντελούμενα.

τότε ἐπυνθανόμεθα τῶν πρεσβυτέρων τούτων λέγοντες Τίνος ὑμῖν προστάξαντος οἰκοδομεῖτε τὸν οἶκον τοῦτον καὶ τὰ ἔργα ταῦτα ἐθεμελιοῦτε;

ἐπερωτήσαμεν οὖν αὐτοὺς ἕνεκεν τοῦ γνωρίσαι σοι καὶ γράψαι σοι τοὺς ἀνθρώπους τοὺς ἀφηγουμένους, καὶ τὴν ὀνοματογραφίαν ᾐτοῦμεν αὐτοὺς τῶν προκαθηγουμένων.

[*](VI 1 Δαρειου] του Δαριου A | Εδδειν] Αδδω A 3 συνεταιροι] +αυτου A A | ειπαν A 4 συνταξαντος] α 2⁰ sup ras A¹ | om και 3° A | ταυται τα B* (τα 1⁰ improb B ᵃᵇ) | τελουντες] επιτελουντες BᵃᵇA 5 γενομενης A 6 μεχρις ου] μεχρι του A | υποσημανθηναι A 7 απεστειλε] A | Σισιννης BA | Σαθραβουζανης A | χαιρει A 8 Ιερουσαλημ 1⁰] pr ελθοντες εις Εᵃᵇ(mgg)A | πολυτελων] pr και A | οικοις τοιχοις A 9 σπουδην A | γιγνομενα A 11 επερωτησαμεν] μ sup ras A¹ | εινεκεν BᵃᵇA | προκαθη- γουμενων] προκαθημενω A)
148
[*](Β)

οἱ δὲ ἀπεκρίθησαν ἡμῖν λέγοντες Ἐσμὲν παῖδες τοῦ κυρίου τοῦ κτίσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν.

καὶ οἰκοδομεῖτο ὁ οἶκος ἔμπροσθεν ἐτῶν πλειόνων διὰ βασιλέως τοῦ Ἰσραὴλ μεγάλου καὶ ἰσχυροῦ, καὶ ἐπετελέσθη.

καὶ ἐπεὶ οἱ πατέρες ἡμῶν παραπικράναντες ἥμαρτον εἰς τὸν κύριον τοῦ Ἰσραὴλ τὸν οὐράνιον, παρέδωκεν αὐτοὺς εἰς χεῖρας Ναβουχοδονοσὸρ βασιλέως Βαβυλῶνος, βασιλέως τῶν Χαλδαίων·

τόν τε οἶκον καθελόντες ἐνεπύρισαν, καὶ τὸν λαὸν ᾐχμαλώτευσαν εἰς Βαβυλῶνα.