Esdras i (liber apocryphus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ ἔστησαν τοὺς Λευείτας ἀπὸ εἰκοσαετοῦς ἐπὶ τῶν ἔργων τοῦ κυρίου· καὶ ἔστη Ἰησοῦς καὶ οἱ υἱοὶ καὶ οἱ ἀδελφοί, καὶ ὁ Δαμαδιὴλ ὁ ἀδελφός, καὶ οἱ υἱοὶ Ἰησοῦ Ἠμαδαβούν, καὶ οἱ υἱοὶ Ἰούδα τοῦ Εἰλιαδοὺν σὺν τοῖς υἱοῖς καὶ ἀδελφοῖς, πάντες οἱ Λευεῖται ὁμοθυμαδὸν ἐργοδιῶκται, [*](46 την ανατολην A 47 Ισραηλ] pr του A 48 αυτου] αυτο· A | A Μωυσεως A 49 κατωρθωθησαν] κατωρθωσαν A | om επι 1⁰ A | αυτων] αυτου A | κατισχυσαν] pr και Bᵃᵇ (superscr κ) A | Κυριω] pr τω A 50 την της σκ.] τας σκ. A 52 ηυξαντο A | πρωιου] εβδομου A | ηρξαντο A 53 τεκτοσιν A | βρωτα και ποτα A | βρωτα και χ. Β | χαρα] κορρα A | Σιδω- νοις BᵇA | και 7⁰] κατα A | του ΙΙ. β.] των ΙΙ. β. A 55 ναον] οικον A 56 ο Δαμαδιηλ] Καδωηλ A | Ιουδα] Ιωδα A | Ιλιαδουν A)
Καὶ ἔστησαν οἱ ἱερεῖς ἐστολισμένοι μετὰ μουσικῶν καὶ σαλπίγγων, καὶ οἱ Λευεῖται υἱοὶ Ἀσὰφ ἔχοντες τὰ κύμβαλα (60)ὑμνοῦντες τῷ κυρίῳ καὶ εὐλογοῦντες κατὰ Δαυεὶδ βασιλέα τοῦ Ἰσραήλ·
καὶ ἐφώνησαν δι᾿ ὕμνων εὐλογοῦντες τῷ κυρίῳ, ὅτι ἡ χρηστότης αὐτοῦ καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας παντὶ Ἰσραήλ.
καὶ πᾶς ὁ λαὸς ἐσάλπισαν καὶ ἐβόησαν φωνῇ μεγάλῃ, ὑμνοῦντες τῷ κυρίῳ ἐπὶ τῇ ἐγέρσει τοῦ οἴκου Κυρίου.
καὶ ἤλθοσαν ἐκ τῶν ἱερέων τῶν Λευειτῶν καὶ τῶν προκαθημένων κατὰ τὰς πατριὰς αὐτῶν οἱ πρεσβύτεροι ἑωρακότες τὸν πρὸ τοῦ οἶκον(64)πρὸς τὴν τούτου οἰκοδομὴν μετὰ κραυγῆς καὶ κλαυθμοῦ μεγάλου,
καὶ πολλοὶ διὰ σαλπίγγων, καὶ χαρὰ μεγάλῃ τῇ φωνῇ·
ὥστε τὸν λαὸν μὴ ἀκούειν τῶν σαλπίγγων διὰ τὸν κλαυθμὸν τοῦ λαοῦ· ὁ γὰρ ὄχλος ἦν ὁ σαλπίζων μεγάλως, ὥστε μακρόθεν ἀκούεσθαι.
Καὶ ἀκούσαντες οἱ ἐχθροὶ τῆς φυλῆς Ἰούδα καὶ Βενιαμεὶν ἤλθοσαν ἐπιγνῶναι τίς ἡ φωνὴ τῶν σαλπίγγων,
καὶ ἐπέγνωσαν ὅτι οἱ ἐκ τῆς αἰχμαλωσίας οἰκοδομοῦσιν τὸν ναὸν τῷ κυρίῳ θεῷ Ἰσραήλ.
καὶ προσελθόντες τῷ Ζοροβάβελ καὶ Ἰησοῦ καὶ τοῖς ἡγουμένοις τῶν πατριῶν λέγουσιν αὐτοῖς Συνοικοδομήσομεν ὑμῖν·