Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

εἶπε πατάξαι, τύπτουσιν· εἶπεν ἐρημῶσαι, ἐρημοῦσιν· εἶπεν οἰκοδομῆσαι, οἰκοδομοῦσιν·

εἶπεν ἐκκόψαι, ἐκκόπτουσιν· εἶπεν φυτεῦσαι, φυτεύουσιν·

καὶ πᾶς ὁ λαὸς αὐτοῦ καὶ αἱ δυνάμεις αὐτοῦ ἐνακούουσιν. πρὸς δὲ τούτοις αὐτὸς ἀνάκειται, ἐσθίει καὶ πίνει καὶ καθεύδει.

αὐτοὶ δὲ τηροῦσιν κύκλῳ περὶ αὐτόν, καὶ οὐ δύνανται ἕκαστος ἀπελθεῖν καὶ ποιεῖν τὰ ἔργα αὐτοῦ, οὐδὲ παρακούουσιν αὐτοῦ.

ὦ ἄνδρες, πῶς οὐχ ὑπερισχύει ὁ βασιλεὺς ὅτι οὕτως ἐπακουστός ἐστιν; καὶ ἐσίγησεν.

Ὁ δὲ τρίτος ὁ εἴπας περὶ τῶν γυναικῶν καὶ τῆς ἀληθείας, οὗτός ἐστιν Ζοροβαβέλ, ἤρξατο λαλεῖν

Ἄνδρες, οὐ μέγας ὁ βασιλεύς, καὶ πολλοὶ οἱ ἄνθρωποι, καὶ ὁ οἶνος ἰσχύεις τίς οὖν ὁ δεσπόζων αὐτῶν, ἢ τίς ὁ κυριεύων; (¹⁵)οὐχ αἱ γυναῖκες;

αἱ γυναῖκες ἐγέννησαν τὸν βασιλέα καὶ πάντα τὸν λαὸν ὃς κυριεύει τῆς θαλάσσης καὶ τῆς γῆς·

καὶ ἐξ αὐτῶν ἐγένοντο, καὶ αὗται ἐξέθρεψαν αὐτοὺς τοὺς φυτεύσαντας τοὺς ἀμπελῶνας ἐξ ὦν ὁ οἶνος γίνεται,

καὶ αὗται ποιοῦσιν τὰς στολὰς τῶν ἀνθρώπων, καὶ αὗται ποιοῦσιν δόξαν τοῖς ἀνθρώποις, καὶ οὐ δύνανται οἱ ἄνθρωποι εἶναι χωρὶς τῶν γυναικῶν.