Esdras i (liber apocryphus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
ὁ ἕτερος ἔγραψεν Ὑπερισχύει ὁ βασιλεύς.
ὁ τρίτος ἔγραψεν Ὑπερισχύουσιν αἱ γυναῖκες, ὑπὲρ δὲ πάντα νικᾷ ἡ ἀλήθεια.
καὶ ὅτε ἐξηγέρθη ὁ βασιλεύς, λαβόντες τὸ γράμμα ἔδωκαν αὐτῷ, καὶ ἀνέγνω.
καὶ ἐξαποστείλας ἐκάλεσεν πάντας τοὺς μεγιστᾶνας τῆς Περσίδος καὶ τῆς Μηδείας καὶ σατράπας καὶ στρατηγοὺς καὶ τοπάρχας καὶ ὑπάτους, (¹⁵)καὶ ἐκάθισεν ἐν τῷ χρηματιστηρίῳ, [*](A) [*](25 Σεμελλιος A | εις Ιλημ κατα σπουδην A μεθ] μετ A | Δαριου B*A (Δαρειου Bᵃ?ᵇ) III 1 Δαριος B*A (Δαρειος Bᵃ? ᵇ) | Μηδιας A 2 υπ αυτον] μετ αυτων A | Αιθιοπιας Bᵇ (Αιθιοπιαις B*)] pr της A | σατραπιαις BᵇA 3 και 1⁰] + οτε A | εφαγον A | επιον A | ο δε] τοτε A | Δαριος A 4 προς τον ετερον] τω ετερω A 5 αν] εαν A | αυδω B* (αυτω B ᵃᵇ A) 6 τραχηλον] +αυτου A 7 αυτου] εαυτου A 9 om αν A | om ου A | νικος] νικημα A 10 ο εις A¹]] ρις A 12 ο τριτος Bᵃᵇ (οτι τρ. B*)] ο αλλος A 13 εδωκαν] επεδωκαν A)
καὶ εἶπεν [*](Β) Καλέσατε τοὺς νεανίσκους, καὶ αὐτοὶ δηλώσουσιν τοὺς λόγους αὐτῶν· καὶ ἐκλήθησαν, καὶ εἰσήλθοσαν.
καὶ εἶπαν αὐτοῖς Ἀπαγγείλατε ἡμῖν περὶ τῶν γεγραμμένων. Καὶ ἤρξατο ὁ πρῶτος ὁ εἴπας περὶ τῆς ἰσχύος τοῦ οἴνου. (18)καὶ ἔφη οὕτως
Ἄνδρες, ῶς ὑπερισχύει ὁ οἶνος. πάντας τοὺς ἀνθρώπους τοὺς πιόντας αὐτὸν πλανᾷ τὴν διάνοιαν,
τοῦ τε βασιλέως καὶ τοῦ ὀρφανοῦ ποιεῖ τὴν διάνοιαν μίαν, τὴν τε τοῦ οἰκέτου καὶ τὴν τοῦ ἐλευθέρου, τὴν τε τοῦ πένητος καὶ τὴν τοῦ πλουσίου·
καὶ πᾶσαν διάνοιαν μεταστρέφει εἰς εὐωχίαν καὶ εὐφροσύνην, καὶ οὐ μέμνηται πᾶσαν λύπην καὶ πᾶν ὀφείλημα·
καὶ πάσας καρδίας ποιεῖ πλουσίας, καὶ οὐ μέμνηται βασιλέα οὐδὲ σατράπην· καὶ πάντα διὰ ταλάντων ποιεῖ λαλεῖν,