Esdras i (liber apocryphus)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλώνα.
καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,
καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας εἰς Βαβυλώνα.
καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου
Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.
Κύρου Ιερσῶν ἔτους πρώτου, εἰς συντέλειαν ῥήΒασιλεύοντος ματος Κυρίου ἐν στόματι Ἰερεμίου,
ἤγειρεν Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ ἐκήρυξεν ὅλῃ τῇ βασιλείᾳ αὐτοῦ καὶ ἄμα διὰ γραπτῶν λέγων
Τάδε λέγει ὁ βασιλεὺς Περσῶν Κῦρος Ἐμὲ ἀνέδειξεν βασιλέα τῆς οἰκουμένης ὁ κύριος τοῦ Ἰσραήλ, Κύριος ὁ ὕψιστος,
καὶ ἐσήμηνέν μοι οἰκοδομῆσαι αὐτῷ οἶκον ἐν Ἰερουσαλὴμ τῇ ἐν τῇ Ἰουδαίᾳ.
εἴ τίς ἐστιν οὗν ὑμῶν ἐκ τοῦ ἔθνους αὐτοῦ, ἔστω ὁ κύριος αὐτοῦ μετʼ αὐτοῦ, καὶ ἀναβὰς εἰς τὴν Ἰερουσαλὴμ τὴν ἐν τῇ Ἰουδαίᾳ οἰκοδομείτω τὸν οἶκον τοῦ κυρίου τοῦ Ἰσραήλ· οὗτος ὁ κύριος ὁ κατασκηνώας ἐν Ἰερουσαλήμ.