Esdras i (liber apocryphus)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἰωακεὶμ ὁ υἱὸς αὐτοῦ· ὅτε γὰρ ἀνεδείχθη, ἦν ἐτῶν ὀκτώ.

βασιλεύει δὲ μῆνας τρεῖς καὶ ἡμέρας δέκα ἐν Ἰερουσαλήμ, καὶ ἐποίησεν τὸ πονηρὸν ἔναντι Κυρίου.

Καὶ μετʼ ἐνιαυτὸν ἀποστείλας Ναβουχοδονοσὸρ μετήγαγεν αὐτὸν εἰς Βαβυλῶνα ἄμα τοῖς ἱεροῖς σκεύεσιν τοῦ κυρίου,

καὶ ἀνέδειξε Σεδεκίαν βασιλέα τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ. Σεδεκίαν ὄντα ἐτῶν εἶκοσι ἑνός· βασιλεύει δὲ ἔτη ἕνδεκα.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου, καὶ οὐκ ἐνετράπη ἀπὸ τῶν ὸηθέντων λόγων ὑπὸ Ἰερεμίωυ τοῦ προφήτου ἐκ στόματος τοῦ κυρίου.

καὶ ὁρκισθεὶς ἀπὸ τοῦ βασιλέως Ναβουχοδονοσὸρ τῷ ὀνόματι τοῦ κυρίου, ἐφιορκήσας ἀπέστη, καὶ σκληρύνας αὐτοῦ τὸν τράχηλον καὶ τὴν καρδίαν αὐτοῦ παρέβη τὰ νόμιμα Κυρίου θεοῦ Ἰσραήλ.

καὶ οἱ ἡγούμενοι δὲ τοῦ λαοῦ καὶ τῶν ἱερέων πολλὰ ἠσέβησαν καὶ ἠνόμησαν ὑπέρ πάσας τὰς ἀκαθαρσίας πάντων τῶν ἐθνῶν, καὶ ἐμίαναν τὸ ἱερὸν τοῦ κυρίου τὸ ἁγιαζόμενον ἐν Ἰερουσαλήμ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς τῶν πατέρων [*](A) [*](33 βασιλεύειν] pr του μη BcA 64 αργυριω Bᵃ ᵇ | χρυσίω Bᵃ? 35 ο βασιλευς] om ο A | Ιαωακειμ (ακειμ sup ras) Aᵃ ᵛiᵈ 56 Ιωκειμ A Ιαωκ. Aᵃ | Ζαριον] Ζαρακην A 27 Ιωακειμ| ακειμ sup ras A | ενωπιον] εναντι A 38 μετ] επ A | εδησεν] δησας A | om και 2⁰ A 39 εαυτου A 40 ακαθαρσιας αυτου A 41 ο υιος] om ο A | οκτω] pr δεκα A 44 ανεδειξεν A | βασιλευει] εβασιλευσεν A 46 πηνηρον B *(πον. Bᵇ) 46 επιορκησας BᵃᵇA | αυτου] εαυτου A (bis) 47 ησεβησαν και ηνομ.] ηνομησαν και παρεβησαν A | αγιαζομενον] αγιασθεν A | Ιερουσαλημ| Ιεροσολυμοις A 48 βασιλευς] θς BᵃᵇᵐᵍA)

133
αὐτῶν διὰ τοῦ ἀγγέλου αὐτοῦ μετακαλέσαι αὐτούς, καθὸ ἐφείδετο [*](B) αὐτῶν καὶ τοῦ σκηνώματος αὐτῦ.

αὐτοὶ δὲ ἐμυκτήρισαν ἐν τοῖς ἀγγέλοις αὐτοῦ, καὶ ᾖ ἡμέρᾳ ἐλάλησεν Κύριος, ἦσαν ἐκπαίζοντες τοὺς προφήτας αὐτοῦ· (52)ἕως οὗ θυμῶντα αὐτὸν ἐπὶ τῷ ἔθνει αὐτοῦ διὰ τὰ δυσσεβήματα προστάξαι ἀναβιβάσαι ἐπʼ αὐτοὺς τοὺς βασιλεῖς τῶν Χαλδαίων.

οὗτοι ἀπέκτειναν τοὺς νεανίσκους αὐτῶν ἐν ῥομφαίᾳ περικυκλῶ τοῦ ἁγίου ἱεροῦ, καὶ οὐκ ἐφείσαντο νεανίσκου καὶ παρθένου καὶ πρεσβύτου καὶ νεαντέρου, (54)ἀλλὰ πάοτας παρέδωκασ εἰς τὰς χεῖρας αὐτῶν,

καὶ πάντα τὰ ἱερὰ σκεύη τοῦ κυρίου, τὰ μεγάλα καὶ τὰ μικρά, καὶ τὰς κιβωτοὺς τοῦ κυρίου καὶ τὰς βασιλικὰς ἀποθήκας ἀναλαβόντες ἀπήνεγκαν εἰς Βαβυλώνα.

καὶ ἐνεπύρισαν τὸν οἶκον τοῦ κυρίου, καὶ ἔλυσαν τὰ τείχη Ἰερουσαλήμ, καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισαν ἐν πυρί,

καὶ συνετέλεσαν πάντα τὰ ἔνδοξα αὐτῆς ἀχρεῶσαι· καὶ τοὺς ἐπιλοίπους ἀπήγαγεν μετὰ όομφαίας εἰς Βαβυλώνα.

καὶ ἦσαν παῖδες αὐτῷ καὶ τοῖς υἱοῖς αὐτοῦ μέχρι οὗ βασιλεῦσαι Ιέρσας, εἰς ἀναπλήρωσιν τοῦ ῥήματος τοῦ κυρίου ἐν στόματι Ἰερεμίου

Ἕως τοῦ εὐδοκῆσαι τὴν γῆν τὰ σάββατα αὐτῆς, πάντα τὸν χρόνον τῆς ἐρημώσεως αὐτῆς σαββατιεῖ εἰς συνπλήρωσιν ἐτῶν ἑβδομήκοντα.