Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἔστω Κύριος ὁ θεός σου ηὐλογημένος ὅς ἠθέλησέν σοι τοῦ δοῦναί σε ἐπὶ θρόνον αὐτοῦ εἰς βασιλέα τῷ κυρίῳ θεῷ σου· ἐν τῷ ἀγαπῆσαι Κύριου τὸν θεόν σου τὸν Ἰσραὴλ τοῦ στῆσαι αὐτὸν εἰς αἰῶνα, καὶ ἔδωκέν σε ἐπʼ αὐτοὺς εἰς βασιλέα τοῦ ποιῆσαι κρίμα καὶ δικαιοσύνην.

καὶ ἔδωκεν τῷ βασιλεῖ ἑκατὸν εἶκοσι τάλαντα χρυσίου καὶ ἀρώματα εἰς πλῆθος πολὺ καὶ λίθον τίμιον· καὶ οὐκ ἦν κατὰ τὰ ἀρώματα ἐκεῖνα ἅ ἔδωκεν βασίλισσα Σαβὰ τῷ βασιλεῖ Σαλωμών.

καὶ οἱ παῖδες Σαλωμὼν καὶ οἱ παῖδες Κειρὰμ ἔφερον χρυσίον τῷ Σαλωμὼν ἐκ Σουφεὶρ καὶ ξύλα πεύκινα καὶ λίθον τίμιον.

καὶ ἐποίησεν ὁ βασιλεὺς τὰ ξύλα τὰ πεύκινα ἀναβάσεις τῷ οἴκῳ Κυρίου καὶ τῷ οἴκῳ τοῦ βασιλέως, καὶ κιθάρας καὶ νάβλας τοῖς ᾠδοῖς, καὶ οὐκ ὥφθησαν τοιαῦτα ἔμπροσθεν ἐν γῇ Ἰούδα.

καὶ ὁ βασιλεὺς Σαλωμὼν ἔδωκεν τῇ βασιλίσσῃ Σαβὰ πάντα τὰ θελήματα αὐτῆς ἃ ἥτησεν, ἐκτὸς πάντων ὡν ἤνεγκεν τῷ βασιλεῖ Σαλωμςών· καὶ ἀπέστρεψεν εἰς τὴν γῆν αὐτῆς.

Καὶ ἣν ὁ σταθμὸς τοῦ χρυσίου τοῦ ἐνεχθέντος τῷ Σαλωμὼν ἐν ἐνιαυτῷ ἑνὶ ἑξακόσια ἐξήκοντα ἔξ τάλαντα χρυσίου,

πλὴν τῶν ἀνδρῶν τῶν ὑποτεταγμέναον καὶ τῶν ἐμπορευομένων ἔφερον, καὶ πάντων τῶν βασιλέων τῆς Ἀραβίας καὶ σατραπὰῶν τῆς γῆς, ἔφερον χρυσίον [*](ΙΧ 2 om λογος 2⁰ A 3 ιδεν A | ωκοδομησεν A 4 ουτων A 1⁰] αυτου (ου sup ras seq ras 1 forte lit) Aᵃ (ουτων A*vid) | οινοχοους A | ανεφερον A 5 lilt rescr passim nihil tamen ut vid mutavit B 6 προσεθηκας] pr και A 6 θρονου A | κυριω θεω] λαω A | αιωνα] pr τον A | κριμα] κρισιν A 12 αυτης 2⁰] εαυτης A 14 των εμπορ.] om των A | εφερον 1⁰] pr ων A)

76
[*](B) καὶ ἀργύριρν τῷ βασιλεῖ Σαλωμὼν.

καὶ ἐποίησεν ὁ βασιλεὺς Σαλωμὼν διακοσίους θυρεοὺς χρυσοῦς ἐλατούς, ἑξακόσιοι χρυσοῖ καθαροὶ τῷ ἑνὶ θυρεῷ, ἐξακόσωωι χρυσοῖ ἐπῆσαν ἐπὶ τὸν ἕνα θυρεόν·

καὶ τριακοσίας ἀσπίδας ἐλατὰς χρυσᾶς, καὶ ἔδωκεν αὐτὰς ὁ βασιλεὺς ἐν οἴκῳ δρυμοῦ τοῦ Λβάνου.

καὶ ἐποίησεν ὁ βασιλεὺς θρόνον ἐλεφάντινον ὀδόντων μέγαν, καὶ κατεχρύσωσευ αὐτὸν χρυσίῳ δοκίμῳ.

καὶ ἴξ ἀναβαθμοὶ τῷ θρόνῳ ἐνδεδεμένοι χρυσίῳ, καὶ ἀγκῶνες ἔνθεν καὶ ἔνθεν ἐπὶ τοῦ θρόνου τῆς καθέδρας, καὶ δύο λέοντες ἑστηκότες παρὰ τοὺς ἀγκῶνας.

καὶ δώδεκα λέοντες ἑστηκότες ἐκεῖ ἐπὶ τῶν ἵξ ἀναβαθμῶν ἔνθεν καὶ ἔνθεν· οὐκ ἐγενήθη οὕταmυς ἐν πάσῃ τῇ βασιλείᾳ.

καὶ πάντα τὰ σκεύη τοῦ βασιλέως Σαλωμὼν χρυσίου, καὶ πάντα τὰ σκεύη οἴκου δρυμοῦ τοῦ Λιβάνου χρυσίῳ κατειλημμένα· οὐκ ἤν ἀργύριον λογιζόμενον ἐν ἡμέραις Σαλωμὼν εἰς οὐθέν.

ὅτι ναῦς τῷ βασιλεῖ ἐπορεύετο εἰς Θαρσεὶς μετὰ τῶν παίδων Κειράμ· ἅπαξ διὰ τριῶν ἐτῶν ἤρχετο πλοῖα ἐκ Θαρσεὶς τῷ βασιλεῖ γέμοντα χρυσίου καὶ ἀργυρίου καὶ ὀδόντων ἐλεφαντίνων καὶ πιθήκων.

καὶ ἐμεγαλύνθη Σαλωμὼν ὑπέρ πάντας τοὺς βασιλεῖς καὶ πλούτῳ καὶ σοφίᾳ.

καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς ἐζήτουν τὸ πρόσωπον Σαλωμὼν ἀκοῦσαι τῆς σοφίας αὐτοῦ ἧς ἔδωκεν ὁ θεὸς ἐν καρδίᾳ αὐτοῦ.