Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἡγίασεν Σαλωμὼν τὸ μέσον τῆς αὐλῆς τῆς ἐν οἴκῳ Κυρίου· ὅτι ἐποίησεν ἐκεῖ τὰ ὁλοκαυτώματα καὶ τὰ στέατα τῶν σαοτηρίαον, ὅτι τὸ θυσιαστήριον τὸ χαλκοῦν ὁ ἐποίησεν Σαλωμὼν οὐκ ἐξεποίει δέξασθαι τὰ ὁλοκαυτάματα καὶ τὰ μαναὰ καὶ τὰ στέατα.

καὶ ἐποίησεν Σαλωμὼν τὴν ἑορτὴν ἐν τῷ καιρῷ ἐκείνῳ ἑπτὰ ἡμέραις, καὶ πᾶς Ἰσραὴλ μετʼ αὐτοῦ, ἐκκλησία μεγάλη σφόδρα ἀπὸ εἰσόδου Αἱμὰθ καὶ ἕως χειμάρρου Αἰγύπτου.