Paralipomenon II sive Chronicon II
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
υῦν οἱ ὀφθαλμοί μου ἔσονται ἀνεῳγμένοι καὶ τὰ ὥτά μου ἐπήκοα τῆς προσευχῆς τοῦ τόπου τούτου.
καὶ νῦν ἐξελεξάμην καὶ ἡγίακα τὸν οἶκον τοῦτον τοῦ εἶναι ὄνομά μου ἐκεῖ ἕως αἰῶνος, καὶ ἔσονται οἱ ὀφθαλμοί μου καὶ ἡ καρδία μου ἐκεῖ πάσας τὰς ἡμέρας.
καὶ σὺ ἐὰν πορευθῇς ἐναντίον μου ὡς Δαυεὶδ ὁ πατήρ σου, καὶ ποιήσῃς κατὰ πάντα ἄ ἐνετειλάμην σοι, καὶ τὰ προστάγματά μου καὶ τὰ [*](A) [*](6 Αευειται] Δ pro 4 B* vid Αευιται A 7 εξεποιει] εποιει A 9 εγκαι- νισμον BᵃᵇA | επτα| ημερας εποιησεν A 10 εικοστη] εικαδι A 11 εποιησεν] sigma v l prae se fort B ?tex et mg ηθελησεν A | ευωδωθη Bᵃᵇ 12 θυσιας] του θυσιασαι A 13 συνσχω A 14 ζητησουσιν A 15 της προσευχης] τη προσευχη A 16 εως] επ A 17 om και τα προστα- γματα μου A)
καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας [*](B) σου ὡς διεθέμην Δαυεὶδ τῷ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.
καὶ ἐὰν ἀποστρέψητε ὑμεῖς, καὶ ἐνκαταλίπητε τὰ προστάγματά μου καὶ τὰς ἐυτολάς μου ἄς ἔδωκα ἐναντίον ὑμῶν, καὶ πορευθῆτε καὶ λατρεύσητε θεοῖς ἑτέροις καὶ προσ- κυνήσητε αὐτοῖς,
καὶ ἐξαρῶ ὑμᾶς ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς, καὶ τὸν οἶκον τοῦτον ὃν ἡγίασα τῷ ὀνόματί μου ἀποστρέψω ἐκ προσώπου μου, καὶ δώσω αὐτὸν εἰς παραβολὴν καὶ εἰς διήγημα ἐν πᾶσιν τοῖς ἔθνεσιν.
καὶ ὁ οἶκος οὗτος ὁ ὑψηλός, πᾶς ὁ διαπορευόμενος αὐτὸν ἐκστήσεται καὶ ἐρεῖ Χάριν τίνος ἐποίησεν Κύριος τῇ γῇ ταύτῃ καὶ τῷ οἴκῳ τούτως
καὶ ἐροῦσιν Διότι ἐνκατέλιπον Κύρον θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς Αἰγύπτου, καὶ ἀντελάβοντο θεῶν ἑτέραον καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐδούλευσαν αὐτοῖς· διὰ τοῦτο ἐπήγαγεν ἐπʼ αὐτοὺς πᾶσαν τὴν κακίαν ταύτην.
καὶ ἐγένετο μετὰ εἶκοσι ἔτη ἐν οἷς οἰκοδόμησεν Σαλωμῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον αὐτοῦ,
καὶ τὰς πόλεις ἅς ἔδωκεν Κειρὰμ τῷ Σαλωμών, ᾠκοδόμησεν αὐτὰς Σαλωμὼν καὶ κατῷκισεν ἐκεῖ τοὺς υἱοὺς Ἰσραήλ.
Καὶ ὅλθεν Σαλωμὼν εἰς Βαισωβὰ καὶ κατίσχυσεν αὐτήν.
καὶ ᾠκοδόμησεν τὴν οεδομὸρ ἐν τῇ ἐρήμῳ καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς ᾠκοδόμησεν ἐν Ἰμάθ.
καὶ ᾠκοδόμησεν τὴν Βαιθωρὼμ τὴν ἄναω καὶ τὴν Βαιθαωρὼμ τὴν κάτω, πόλεις ὀχυράς, τείχη, πύλαι καὶ μοχλοί
καὶ τὴν Βαλαά, καὶ πάσας τὰς πόλεις τὰς ὀχυρὰς αἱ ἦσαν τῷ Σαλωμών, καὶ πάσας τὰς πόλεις τῶν ἁρμάταων καὶ τὰς πόλεις τῶν ἱππέωυ, καὶ ὅσα ἐπεθύμησεν Σαλωμὼν κατὰ τὴν ἐπιθυμίαν τοῦ οἰκοδομῆσαι ἐν Ἰερουσαλὴμ καὶ ἐν τῷ Λuβάνῳ καὶ ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ.
πᾶς ὁ λαὸς ὁ καταλειφθεὶς ἀπὸ τοῦ Χετταίου καὶ τοῦ Ἀμορραίου καὶ τοῦ Φερεζαίου καὶ τοῦ Εὐαίου καὶ τοῦ Ἰεβουσαίου, οἱ οὐκ εἰσὶν ἐκ τοῦ Ἰσραήλ·
ἤσαν ἐκ τῶν υἱῶν αὐτῶν τῶν κατακαὶ [*](17 φυλαξῃς A 18 Ισραηλ] Ιλημ A* (Ιηλ sup ras Aa) 19 εγκα- A ταλιπητε Bᵇ εγκαταλειπητε A 20 ηγιακα A | εκ] απο A 21 αυτον] pr προς A 22 εγκατελιπον Bᵇ εγκατελειπο| A | θεον] pr τον A | δια τουτο] δια| τὸ A V III 1ωκοδομησεν A | αυτου] εαυτοῦ A 2 Κεραμ B | om Σαλωμων ωκοδομησεν αυτας A 3 Bαισωβα] Αιμαθʼ· Σωβα A 4 οεδομορ] οεδομησεν την Θοεδομορ (δοεδμορ Bᵇ) B* (cum signo perversae lect) Θεδμορ A | ωκοδομησεν 2⁰] pr ας A 5 Βαιθωρωμ 1⁰] μ sup ras B) Βαιθωρων A | ανω] seq ras 1 lit (ν ut vid) in A | Βαιθωρωμ 2⁰] Βαιθωρων A 6 Βαλαας A | om πολεις 1⁰....πασας τας (20) A* (hab Aᵃᵍ) | τας πολεις (3)] pr πασας A)
καὶ ἐκ τῶν υἱῶν Ἰσραὴλ οὐκ ἔδωκεν Σαλωμὼν εἰς παῖδας τῇ βασιλείᾳ αὐτοῦ, ὅτι ἰδοὺ ἄνδρες πολεμισταὶ καὶ ἄρχοντες, καὶ οἱ δυνατοὶ καὶ ἄρχοντες ἁρμάτων καὶ ἱππέων.
καὶ οὗτοι ἄρχοντες τῶν προστατῶν βασιλέως Σαλωμών, πεντήκοντα καὶ διακόσιοι ἐργοδιωκτοῦντες ἐν τῷ λαῷ.