Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ συνετέλεσεν Σαλαομῶν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ πάντα ὅσα ἐποίησεν ἐν τῇ ψυχῇ Σαλωμὼν τοῦ ποιῆσαι ἐν οἴκῳ Κυρίου καὶ ἐν οἴκῳ αὐτοῦ εὐοδώθη.

καὶ ὤφθη ὁ θεὸς τῷ Σαλωμὼν τὴν νύκτα καὶ εἶπεν αὐτῷ Ἤκουσα τῆς προσευχῆς σου, καὶ ἐξελεξάμην ἐν τῷ τόπῳ τούτῳ ἐμαυτῷ εἰς οἶκον θυσίας.