Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ περιεῖλεν τοὺς θεοὺς τοὺς ἀλλοτρίους καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια ἂ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου καὶ ἐν Ἰερουσαλὴμ καὶ ἔξωθεν τῆς πόλεως.

καὶ κατώρθωσεν τὸ θυσιαστήριον Κυρίου, καὶ ἐθυσίασεν ἐπʼ αὐτὸ θυσίαν σωτηρίου καὶ αἰνέσεως, καὶ εἶπεν τῷ Ἰούδα τοῦ δουλεύειν Κυρίῳ θεῷ Ἰσραήλ.

πλὴν ὁ λαὸς ἔτι ἐπὶ τῶν ὑψηλῶν· πλὴν Κύριος ὁ θεὸς αὐτῶν.

καὶ τὰ λοιπὰ τῶν λόγων Μανασσὴ καὶ ἡ προσευχὴ αὐτοῦ πρὸς τὸν θεὸν καὶ λόγοι τῶν ὁρώντων λαλοῦντῶν πρὸς αὐτὸν ἐπʼ ὀνόματι θεοῦ Ἰσραήλ,

ἰδοὺ ἐπὶ λόγων ¹¹⁹προσ- ευχῆς αὐτοῦ, καὶ ἐπήκουσεν αὐτοῦ· καὶ πᾶσαι αἱ ἁμαρτίαι αὐτοῦ καὶ ἀποστάσεις αὐτοῦ, καὶ οἱ τόποι ἐφʼ οἷς ᾠκοδόμησεν τὰ ὑψηλὰ καὶ ἔστησεν ἐκεῖ ἄλση καὶ γλυπτὰ πρὸ τοῦ ἐπιστρέψαι, ἰδοὺ γέγραπται ἐπὶ τῶν λόγων τῶν ὁρώντων.

καὶ ἐκοιμήθη Μανασσῆς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν παραδείσῳ οἴκου αὐτοῦ· καὶ ἐβασίλευσεν ἀντʼ αὐτοῦ Ἀμὼς υἱὸς αὐτοῦ.

Ὥν εἴκοσι καὶ δύο ἐτῶν Ἀμὼς ἐν τῷ βασιλεύειν αὐτόν, καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον Κυρίου ὡς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ· καὶ πᾶσιν τοῖς εἰδώλοις οἷς ἐποίησεν Μανασσῆς ὁ πατὴρ αὐτοῦ ἔθυεν Ἀμὼς καὶ ἐδούλευσεν αὐτοῖς.

καὶ οὐκ ἐταπεινώθη ἐναντίον Κυρίου ὡς ἐταπεινώθη [*](11 κατελαβοντο| M. A 12 του κυριου] κυ του A | θεου 2⁰] pr του Α A | αυτου 2⁰] εαυτου A 13 om και επεστρεψεν...βασιλειαν αυτου A | θεος] pr ο A 14 μετα ταυτα ωκοδομησεν A | Γιον] νοτον BᵃᵇA | και 2⁰] κατα την εισοδον την δια της πυλης της ιχθυικης και περιεκυκλωσεν (-σε Bᵃᵇ) το αδυτον και Bᵃᵇmᵍᵇf A | εκπορευομενων] πορευομενων A | αυτον] αυτο A | Φφλα A 15 om εν 2⁰ A | εξωθεν] εξω A 18 προς 1⁰] pr η Bᵃᵇᵛiᵈ A | λογοι] pr οι A | θεου] pr κυ A 19 επηκουσεν] pr ως A | απο- στασεις] αι αποστασιαι A | των λογων] om των A 20 αυτου 1⁰] ευτου A 21 ετων εικοσι και δυο A 22 ο πηο| αυτου Μανασσης (2⁰) A | εδουλευεν A)

120
[*](B)Μανασσὴ ὁ πατὴρ αὐτοῦ, ὅτι υἱὸς Ἀμὼς ἐπλήθυνεν πλημμέλειαν.

καὶ ἐπέθεντο αὐτῷ οἱ παῖδες αὐτοῦ, καὶ ἐπάταξαν αὐτὸν ἐν οἴκῳ αὐτοῦ.

καὶ ἐπάταξεν ὁ λαὸς τῆς γῆς τοὺς ἐπιθεμένους ἐπὶ τὸν βασιλέα Ἀμώς· καὶ ἐβασίλευσεν ὁ λαὸς τῆς γῆς τὸν Ἰωσείαν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ.

---Ὢυ ὀκτὼ ἐτῶν Ἰωσείας ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τριάκοντα ἐν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐναντίον Κυρίου, καὶ ἐπορεύθη ἐν ὁδοῖς Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ οὐκ ἐξέκλινεν δεξιὰ καὶ ἀριστερά.