Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἕκαστος τῆς ἐπιγονῆς τῶν ἀρσενικῶν ἀπὸ τριετοῦς καὶ ἐπάνω, παντὶ τῷ εἰσπορευομένῳ εἰς οἶκον Κυρίου, εἰς λόγον ἡμερῶν εἰς ἡμέρας, λειτουργίαν ἐφημερίαις διατάξεως αὐτῶν.

οὗτος ὁ καταλοχισμὸς τῶν ἱερέων κατʼ οἴκους πατριῶν, καὶ οἱ Λευεῖται ἐν ταῖς ἐφημερίαις αὐτῶν ἀπὸ εἰκοσαετοῦς [*](A) [*](5 ηνεγκαν εις πληθος A 6 αυτων] εαυτων A | σωρους] σωρους·] A 7 om θεμελιοι A 8 ειδον] ειδοντες A 10 ειπεν 1⁰] + προς αυτον A | om και ειπεν 2⁰ A | η απαρχη φερεσθαι A | κατελειπομεν A (bis) | ευλογησεν A | αυτου] εαυτου A | επι] ετι A 11 Εζεκιας] + ετι A 12 ηνεγκαν] εισηνεγκαν A | Χωχενιας A | Σεμει A (item 13. 15) 13 Ειηλ] Ιειηλ A | Οζειας Οζαζας A | Μαεθ Ναεθ A | Ιεριμωθ A | Εζαβαθ] Ιωζαβαθ A | Ιεειηλ] Ιειηλ A | Σαμαχια A | Θαναι Μα|αθ A | Βαναιας] pr και A | Χωχενιου A 14 Αιμαν] Ιεμνα A | κατα] κατ A | δωματων A 15 Ιησου A | τον μικρον] pr κατα A 16 εκαστος] εκτος A | ημερας] ημεραν A | λειτουργιαν] pr εις A)

115
και ἐπάνω ἐν διατάξει,

ἐνκαταλοχίσαι ἐν πάσῃ ἐπιγονῇ υἱῶν αὐτῶν [*](B) και θυγατέρων αὐτῶν εἰς πᾶν τὸ πλῆθος, ὅτι ἐν πίστει ἥγνισαν τὸ ἅγιον·

τοῖς υἱοῖς Ἀαρὼν τοῖς ἱερατεύουσιν καὶ οἱ ἀπὸ τῶν πόλεων αὐτῶν ἐν πάσῃ πόλει καὶ πόλει ἄνδρες οἳ ὠνομάσθησαν ἐν ὀνόματι, δοῦναι μερίδα παντὶ ἀρσενικῷ ἐν τοῖς ἱερεῦσιν καὶ παντὶ καταριθμουμένῳ ἐν τοῖς Λευείταις.

καὶ ἐποίησεν οὕτως Ἐζεκίας ἐν παντὶ Ἰούδᾳ, καὶ ἐποίησεν τὸ καλὸν καὶ τὸ εὐθὲς ἐναντίον τοῦ κυρίου θεοῦ αὐτοῦ.

καὶ ἐν παντὶ ἔργῳ ᾧ ἤρξατο ἐργασίᾳ ἐν οἴκῳ Κυρίου, καὶ ἐν τῷ νόμῳ καὶ ἐν τοῖς προστάγμασιν ἐξεζήτησεν τὸν θεὸν αὐτοῦ ἐξ ὅλης ψυχῆς αὐτοῦ, καὶ ἐποίησεν καὶ εὐοδώθη.

Καὶ μετὰ τοὺς λόγους τούτους καὶ τὴν ἀλήθειαν ταύτην ἦλθεν Σενναχηρεὶμ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν ἐπὶ Ἰούδαν καὶ παρενέβαλεν ἐπὶ τὰς πόλεις τὰς τειχήρεις, καὶ εἶπεν προκαταλαβέσθαι αὐτάς.

καὶ εἶδεν Ἐζεκίας ὅτι ἤκει Σενναχηρεὶμ καὶ τὸ πρόσωπον αὐτοῦ τοῦ πολεμῆσαι ἐπὶ Ἰερουσαλήμ.

καὶ ἐβουλεύσατο μετὰ τῶν πρεσβυτέρων αὐτοῦ καὶ τῶν δυνατῶν ἐμφράξαι τὰ ὕδατα τῶν πηγῶν ἃ ἦν ἔξω τῆς πόλεως· καὶ συνεπίσχυσεν αὐτῷ.

καὶ συνήγαγεν λαὸν πολὺν καὶ ἐνέφραξεν τὰ ὕδατα τῶν πηγῶν καὶ τὸν ποταμὸν τὸν διορίζοντα διὰ τῆς πόλεως, λέγων Μὴ ἔλθῃ βασιλεὺς Ἀσσοὺρ καὶ εὕρῃ ὕδωρ πολὺ καὶ κατισχύσῃ.

καὶ κατίσχυσεν Ἐζεκίας καὶ ᾠκοδόμησεν πᾶν τὸ τεῖχος τὸ κατεσκαμμένον καὶ πύργους καὶ ἔξω προτείχισμα ἄλλο, καὶ κατίσχυσεν τὸ ἀνάλημμα πόλεως Δαυείδ, καὶ κατεσκεύασεν ὅπλα πολλά.

καὶ ἔθετο ἄρχοντας τοῦ πολέμου ἐπὶ τὸν λαόν, καὶ συνήχθησαν πρὸς αὐτὸν ἐπὶ τὴν πλατεῖαν τῆς πύλης τῆς φάραγγος, καὶ ἐλάλησεν ἐπὶ καρδίαν αὐτῶν λέγων

Ισχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆτε ἀπὸ προσώπου βασιλέως Ἀσσοὺρ καὶ ἀπὸ προσώπου παντὸς τοῦ ἔθνους τοῦ μετʼ αὐτοῦ· ὅτι μεθʼ ἡμῶν πλείονες ἢ μετʼ αὐτοῦ.