Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ μὴ γίνεσθε καθὼς οἱ πατέρες ὑμῶν καὶ οἱ ἀδελφοὶ ὑμῶν οἱ ἀπέστησαν ἀπὸ Κυρίου θεοῦ πατέρων αὐτῶν, καὶ παρέδωκεν αὐτοὺς εἰς ἐρήμωσιν καθὼς ὑμεῖς ὁρᾶτε.

καὶ νῦν μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν· δότε δόξαν Κυρίῳ τῷ θεῷ, καὶ εἰσέλθατε εἰς τὸ ἁγίασμα αὐτοῦ ὁ ἡγίασεν εἰς τὸν αἰῶνα, καὶ δουλεύσατε τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἀποστρέμμκι ἀφʼ ὑμῶν θυμὸν ὀργῆς.

ὅτι ἐν τῷ ἐπιστρέφειν ὑμᾶς πρὸς Κύριον οἱ ἀδελφοὶ ὑμῶν καὶ τὰ τέκνα ὑμῶν ἔσονται ἐν [*](33 om πεντακοσια Bᵃᵇ 34 ηδυναντο A | εκδειραι] δειραι A | προθ. ηγνι- A σαν] ηγνισθησαν προθυμως A 55 κατορτωθη B κατωρθωθη BᵃᵇA XXX 2 εβουλευσατο] post εβου ras 01 vet 11 lilt A 3 εδυνασθησαν A | ποιησαι αυτο A 5 ελθοντας A | θεω] θω (sic) A 6 Ἰουδαν A | τα προσlταγμα A | οι υιοι] om οι A | Ισραηλ 3° Ιακωβ A | επιστρεψατε 2⁰] ἐπιστρέψει A | καταλιφθεντας A 7 γινεσθαι A 8 τας καρδίας] τους τραχήλους A)

112
[*](B)οἰκτειρμοῖς ἀντὶ πάντων αἰχμαλωτισάντων αὐτούς, καὶ ἀποστρέψει εἰς τὴν γῆν ταύτην· ὅτι ἐλεήμων καὶ οἰκτείρμων Κύριος ὁ θεὸς ἡμῶν, καὶ οὐκ ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀφʼ ὑμῶν, ἐὰν ἐπιστρέψωμεν πρὸς αὐτόν.

καὶ ἦσαν οἱ τρέχοντες διαπορευόμενοι πόλιν ἐκ πόλεως ἐν τῷ ὄρει Ἐφράιμ καὶ Μανασσὴ καὶ ἕως Ζαβουλὼν· καὶ ἐγένοντο ὡς καταγελῶντες αὐτῶν καὶ καταμαοκάάμενοι.

ἀλλὰ ἄνθρωποι Ἀσὴρ καὶ ἀπὸ Μανασσὴ καὶ ἀπὸ Ζαβουλὼν ἐτράπησαν, καὶ ἦλθον εἰς Ἰερουσαλὴμ καὶ ἐν Ἰούδα.

καὶ ἐγένετο χεὶρ Κυρίου δοῦναι αὐτοῖς καρδίαν μίαν ἐλθεῖν τοῦ ποιῆσαι κατὰ τὰ προστάγματα τοῦ βασιλέως καὶ τῶν ἀρχόντων ἐν λόγῳ Κυρίου.

καὶ συνήχθησαν εἰς Ἰερουσαλὴμ λαὸς πολὺς τοῦ ποιῆσαι τὴν ἑορτὴν τῶν ἀζύμων ἐν τῷ μηνὶ τῷ δευτέρῳ, ἐκκλησία πολλὴ σφόδρα.