Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Εἴκοσι ἐτῶν Ἀχὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ δέκα ἔξ ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

καὶ ἐπορεύθη κατὰ τὰς ὁδοὺς βασιλέως Ἰσραήλ· καὶ γὰρ γλυπτὰ ἐποίησεν ἐν τοῖς εἰδώλοις αὐτῶν·

ἔθυεν ἐν Γαιβενθὸμ καὶ διῆγεν τὰ τέκνα αὐτοῦ διὰ πυρὸς καὶ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξωλέθρευσεν Κύριος ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.

καὶ ἐθυμία ἐπὶ τῶν ὑψηλῶν καὶ ἐπὶ τῶν δωμάτων καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους.

καὶ παρέδωκεν αὐτὸν Κύριος ὁ θεὸς αὐτοῦ διὰ χειρὸς βασιλέων Συρίας, καὶ ἐπάταξεν ἐν αὐτῷ καὶ ἠχμαλώτευσαν ἐξ αὐτῶν αἰχμαλωσίαν πολλήν· καὶ γὰρ εἰς τὰς χεῖρας βασιλέων Ἰσραὴλ παρέδωκεν αὐτόν, καὶ ἐπάταξεν ἑαυτῷ πληγὴν μεγάλην.

καὶ ἀπέστειλεν Φάκεε ὁ τοῦ Ῥομελὰ βασιλεὺς Ἰσραὴλ ἐν Ἰούδᾳ ἐν μιᾷ ἡμέρᾳ ἑκατὸν εἴκοσι χιλιάδας ἀνδρῶν δυνατῶν 'ἰσχύι, ἐν τῷ αὐτοὺς καταλιπεῖν τὸν κύριον θεὸν τῶν πατέρων αὐτῶν.

καὶ ἀπέκτεινεν Ἐζεκρεὶ ὁ δυνατὸς τοῦ Ἐφράιμ τὸν Μαασαίαν τὸν υἱὸν τοῦ βασιλέως καὶ τὸν Ἐγδρεικὰν ἡγούμενον τοῦ οἴκου αὐτοῦ καὶ τὸν Εἰλκανὰ τὸν διάδοχον τοῦ βασιλέως.

καὶ ᾐχμαλώτισαν οἱ υἱοὶ Ἰσραὴλ ἀπὸ τῶν ἀδελφῶν αὐτῶν τριακοσίας χιλιάδας, γυναῖκας υἱοὺς θυγατέρας, καὶ σκῦλα πολλὰ ἐσκύλευσαν ἐξ αὐτῶν, καὶ ἤνεγκαν τὰ σκῦλα εἰς Σαμάρειαν.