Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἔλαβεν πᾶς ὁ λαὸς τῆς γῆς τὸν Ὀχοζείαν. καὶ αὐτὸς δέκα καὶ ἕξ ἐτῶν, καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ Ἀμασείου.

αὐτὸς ᾠκοδόμησεν τὴν Ἀἰλάθ, αὐτὸς ἐπέστρεψεν αὐτὴν τῷ Ἰούδᾳ μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ.

Υἱὸς δέκα ἔξ ἐτῶν Ὀζείας, καὶ πεντήκοντα καὶ δύο ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Κααιὰ ἀπὸ Ἰερουσαλήμ.

καὶ ἐποίησεν τὸ εὐθὲς ἐνώπιον Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν Ἀμασείας ὁ πατὴρ αὐτοῦ.

καὶ ἦν ἐκζητῶν τὸν κύριον ἐν πάσαις ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιόντος ἐν φόβῳ Κυρίου, καὶ ἐν ταῖς ἡμέραις αὐτοῦ ἐζήτησεν τὸν κύριον, καὶ εὐόδωσεν αὐτῷ Κύριος.

καὶ ἐξῆλθεν καὶ ἐπολέμησεν πρὸς τοὺς ἀλλοφύλους, καὶ κατέσπασεν τὰ τείχη Γὲθ καὶ τὰ τείχη Ἀβεννὴρ καὶ τὰ τείχη Ἀζώτου, καὶ ᾠκοδόμησεν πόλεις Ἀζώτου καὶ ἐν τοῖς ἀλλοφύλοις.

καὶ κατίσχυσεν αὐτὸν Κύριος ἐπὶ τοὺς ἀλλοφύλους καὶ ἐπὶ τοὺς Ἄραβας τοὺς κατοικοῦντας [*](22 εφυγον A | σκηνωμα] + αυτου Aᵃ ᵛⁱᵈ 23 om κατελαβεν Ιωας A | A αυτους] αυτον A | κατεσπασεν] κατεστησεν A | τετρακοσιους] τριακοσιους A 24 Ιαβδεδομ| Ιαβδοδομ Bᵇ Ἀβδεδομ A | Σαμαριαν A 25 Ιωας 3⁰] Ιωαχαζ A 26 βιβλιου (βλιου B* pr βυ Bᵃᵐᵍsinistr)] βασιλεων A 27 επεθετο A | απεστειλαν A | εθανατωσαν A X X VI 1 Οχοζειαν] Οζιαν A | Αμα- σιου A 2 την Αιλαθ] ην sup ras B? 3 Οζειας] εβασιλευσ] Οτιας A | Κααια] Ιεχελια A 4 Ἀμασιας A 5 om πασαις A | ευωδωσεν Bᵃᵇ 6 τειχη 2⁰] τειχει A | Ἀβεννηρ] Ιαβεις A)

104
[*](Β) ἐπὶ τῆς πέτρας καὶ ἐπὶ τοὺς Μειναίους.

καὶ ἔδωκαν οἱ Μειναῖοι δῶρα τῷ Ὀζείᾳ, καὶ ἦν τὸ ὄνομα αὐτοῦ ἕως εἰσόδου Αἰγύπτου, ὅτι κατίσχυσεν ἕως ἄνω.