Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶδεν, καὶ ἰδοὺ ὁ βασιλεὺς ἐπὶ τῆς στάσεως αὐτοῦ, καὶ ἐπὶ τῆς εἰσόδου οἱ ἄρχοντες καὶ αἱ σάλπιγγες, ἄρχοντες περὶ τὸν βασιλέα, καὶ πᾶς ὁ λαὸς ηὐφράνθη καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν, καὶ οἱ ἄδοντες ἐν τοῖς ὀργάνοις, ᾠδοὶ καὶ ὑμνοῦντες αἶνον· καὶ διέρρηξεν Γοθολία τὴν στολὴν αὐτῆς, καὶ ἐβόησεν Ἐπιτιθέμενοι ἐπιτίθεσθε.

καὶ ἐξῆλθεν Ἰωδᾶε ὁ ἱερεύς· καὶ ἐνετείλατο Ἰωδᾶε ὁ ἱερεὺς τοῖς ἑκατοντάρχοις καὶ τοῖς ἀρχηγοῖς τῆς δυνάμεως καὶ εἶπεν αὐτοῖς Ἐκβάλετε αὐτὴν ἐκτὸς τοῦ οἴκου, καὶ εἰσέλθατε ὀπίσω αὐτῆς, καὶ ἀποθανέτω μαχαίρᾳ· ὅτι εἶπεν ὁ ἱερεύς Μὴ ἀποθανέτω ἐν οἴκῳ Κυρίου.

καὶ ἔδωκαν αὐτῇ ἄνεσιν, καὶ διῆλθεν διὰ τῆς πύλης τῶν ἱππέων τοῦ οἴκου τοῦ βασιλέως, καὶ ἐθανάτωσαν αὐτὴν ἐκεῖ

Καὶ διέθετο Ἰωδᾶε διαθήκην ἀνὰ μέσον αὐτοῦ καὶ τοῦ λαοῦ καὶ τοῦ βασιλέως, εἶναι λαὸν τῷ κυρίῳ.

καὶ εἰσῆλθεν πᾶς ὁ λαὸς τῆς γῆς εἰς οἶκον Βάαλ, καὶ κατέσπασαν αὐτὸν καὶ τὰ θυσιαστήρια καὶ τὰ εἶδωλα αὐτοῦ καὶ ἐλέπτυναν, καὶ τὸν Ματθὰν ἱερέα τῆς Βάαλ ἐθανάτωσαν ἐναντίον τῶν θυσιαστηρίων αὐτοῦ.

καὶ ἐνεχείρησεν Ἰωδᾶε ὁ ἱερεὺς τὰ ἔργα οἴκου Κυρίου διὰ χειρὸς ἱερέων καὶ Λευειτῶν, καὶ ἀνέστησεν τὰς ἐφημερίας τῶν ἱερέων καὶ τῶν Λευειτῶν, ἃς διέ. στειλεν Δαυεὶδ ἐπὶ τὸν οικον Κυρίου καὶ ἀνενέγκαι ὁλοκαυτώματα Κυρίῳ, καθὼς γέγραπται ἐν νόμῳ Μωυσῆ, ἐν εὐφροσύνῃ καὶ ἐν ᾠδαῖς διὰ χειρὸς Δαυείδ.

καὶ ἔστησαν οἱ πυλωροὶ ἐπὶ τὰς πύλας οἴκου Κυρίου, καὶ οὐκ εἰσελεύσεται ἀκάθαρτος εἰς πᾶν πραγμα.

ὺς καὶ τοὺς ἄρχοντας τοῦ λαοῦ καὶ πάντα τὸν λαὸν τῆς γῆς, καὶ ἐπεβίβασαν τὸν βασιλέα εἰς οἶκον Κυρίου, καὶ εἰσῆλθεν διὰ τῆς πύλης της ἐσωτέρας εἰς τὸν οἰκον τοῦ βασιλέως, καὶ ἐκάθισαν τὸν βασιλέα ἐπὶ τὸν θρόνον τῆς βασιλείας.

καὶ ηὐφράνθη πᾶς ὁ λαὸς τῆς γῆς, καὶ ἡ πόλις ἡσύχασεν· καὶ τὴν Γοθολία ἐθανάτωσαν.

---Ων ἑπτὰ ἐτῶν Ἰωὰς ἐν τῷ βασιλεῦσαι αὐτόν, καὶ τεσσεράκοντα ἔτη ἐβασίύλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ [*](A 12 τρεχόντων] pr τῶν A 13 ιδεν A | ταῖς σαλπ.] εν σαλπ. A | αιδοντες B* (αδ, BᵇA) | αυτης] ἑαυτῆς A | εβοησεν] +και ειπεν A | επιθεμενοι επιτι- θεσθαι A 14 εισελθατε] εξελθατε A 17 om καί 3⁰ A | ιερεα]| pr τὸν A 18 ενεχειρησεν B*A] ενεχειρεισεν Bᵃ ενεχειρισεν Bᵇ ᵛⁱᵈ | καί 2⁰...Δαδ sup ras Aᵃ | Aευειτων 1⁰] τῶν| Λευιτων A | om ας A⁰ | ανενεγκοι] ανηνεγκαν A | Κυριω] pr τω A | Μωυσςως Bᵇ 20 επεβιβασαν] ανεβιβ. A 21 Γοθολιαν A | εθανατωσαν] μαχαιρα A X X IV 1 τεσσαρακ. B?)

99
Ἀβιὰ ἐκ Βηρσάβεέ.

καὶ ἐποίησεν Ἰωὰς τὸ εὐθὲς ἐνώπιον Κυρίου [*](Β) πάσας τὰς ἡμέρας Ἰωδᾶε τοῦ ἱερέως.

καὶ ἔλαβεν ἑαυτῷ Ἰωδῶε γυναῖκας δύο, καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας.