Paralipomenon II sive Chronicon II

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσαις ταῖς βασιλείαις τῆς γῆς κύκλῳ Ἰούδα, καὶ οὐκ ἐπολέμουν πρὸς Ἰωσαφάτ.

καὶ ἀπὸ τῶν ἀλλοφύλων ἔφερον πρὸς Ἰωσαφὰτ δῶρα καὶ ἀργύριον καὶ δόματα, καὶ οἱ Ἁραβες ἔφερον αὐτῷ κριοὺς προβάτων ἑπτακισχιλίους ἑπτακοσίους.

καὶ ἦν Ἰωσαφὰτ πορευόμενος μείζων ἕως εἰς ὕψος, καὶ ᾠκοδόμησεν οἰκήσεις ἐν τῇ Ἰουδαίᾳ καὶ πόλεις ὀχυράς.

καὶ ἔργα πολλὰ ἐγένετο ἐν τῇ Ἰουδαία, καὶ ἄνδρες πολεμισταὶ δυνατοὶ ἰσχύοντες ἐν Ἰερουσαλήμ.

καὶ οὗτος ἀριθμὸς αὐτῶν κατʼ οἴκους πατριῶν αὐτῶν· καὶ τῷ Ἰούδᾳ χιλίαρχοι. Ἐδνάας ὁ ἄρχων, καὶ μετʼ αὐτοῦ υἱοὶ δυνατοὶ δυνάμεως τριακόσιαι χιλιάδες·

καὶ μετʼ αὐτὸν Ἰωανάν ὁ ἡγούμενος, καὶ μετʼ αὐτοῦ διακόσιαι ὀγδοήκοντα χιλιάδες·

καὶ μετʼ αὐτὸν Μασαίας τοῦ Ζαρεὶ ὁ προθυμούμενος τῷ κυρίῳ, καὶ μετʼ αὐτοῦ διακόσιαι χιλιάδες δυνατοὶ δυνάμεως.

καὶ ἐκ τοῦ Βενιαμεὶν δυνατὸς δυνάμεως καὶ Ἐλειδά, καὶ μετʼ αὐτοῦ τοξόται καὶ πελτασταὶ διακόσιαι χιλιάδες·

καὶ μετʼ αὐτὸν Ἰωζαβάδ, καὶ μετʼ αὐτοῦ ἑκατὸν ὀγδοήκοντα χιλιάδες δυνατοὶ πολέμου.

οὗτοι οἱ λειτουργοῦντες τῷ βασιλεῖ, ἐκτὸς ὧν ἔδωκεν ὁ βασιλεὺς ἐν ταῖς πόλεσιν ταῖς ἀχυροῖς ἐν πάσῃ τῇ Ἰουδαίᾳ.

Καὶ ἐγενήθη τῷ Ἰωσαφὰτ ἔτι πλοῦτος καὶ δόξα πολλή, καὶ ἐπεγαμβρεύσατο ἐν οἴκῳ Ἀχαάβ.