Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἔδωκαν αὐτοῖς τὴν Χεβρὼν ἐν τῇ Ἰουδαίᾳ καὶ τὰ περισπόρια αὐτῆς κύκλῳ αὐτῆς.

καὶ τὰ πεδία τῆς πόλεως καὶ τὰς κώμας αὐτῆς ἔδωκαν τῷ Χαλέβ υἱῷ Ἰεφοννή.

καὶ τοῖς υἱοῖς Ἀαρὼν ἔδωκαν τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Χεβρών, καὶ τὴν Λοβνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Σελνὰ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἐσθαμὼ καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὰ Ἰεθθὰρ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δαβεὶρ καὶ τά περισπόρια αὐτῆς,

καὶ τὴν Ἀσὰν καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Αττὰν καὶ τὰ περσπόρια αὐτῆς, καὶ τὴν Βασάμυς·

καὶ ἐκ φυλῆς Βενιαμεὶν καὶ τὴν Γάβαι καὶ τά περισπόρια αὐτῆς, καὶ τὴν Γαλέμεθ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ἀγχῶχ καὶ τά περισπόρια αὐτῆς· πᾶσαι αἱ πόλεις αὐτῶν τρισκαίδεκα πόλεις κατά πατριὰς αὐτῶν.

καὶ τοῖς υἱοῖς Καάθ τοῖς καταλοίποις ἐκ τῶν πατριῶν ἐκ τῆς φυλῆς ἐκ τοῦ ἡμίσους φυλῆς Μανασσὴ κλήρῳ πόλεις δέκα.

καὶ τοῖς υἱοῖς Γεδσὼν κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ἰσσαχὰρ, ἐκ φυλῆς Ἀσήρ, ἐκ φυλῆς Nεφθαλεί, ἐκ φυλῆς Μανασσὴ ἐν τῇ Βασὰν πόλεις τρισκαίδεκα.

καὶ τοῖς υἱοῖς Μεραρεὶ κατὰ πατριὰς αὐτῶν ἐκ φυλῆς Ῥουβὴν, ἐκ φυλῆς Δάν, ἐκ φυλῆς Ζαβουλὼν κλήρῳ πόλεις [*](A) [*]( 48 Αευιται A 49 αγια] αγιαν A 50 Ααρων] Ααρω sup ras A¹ | Φινεες A | Αβισου A 51 Οζι A 52 Μαρειηλ] Μεραωθ A | Αλιαρεια] Αμαρια A | Αχιτωβ A 53 Αχεισαμα] Αχιμας A 54 om ουτων 40 A | Κααθι A 55 γη Ιουδα A 57 Σελνα] Νηλων A 58 τα Ιεθθαρ] την Ιεθερ A | περισπορια 1⁰] σπορια A 59 Αιταν.. δασαμυς] Bαιθσαμυς και τα περισπορια αυτης και| την Βαιθθηρ και τα περι- σπορια αυτης·] A 60 εκ] απο της A | Γαβεε A | την Γαλεμεθ] Γαλημεθ A | αυτης 2⁰] + και την Λαβεε και τα περισπορια αυτηςl και την Αναθωθ· και τα περισπορια| αυτης· A | Αγχως A 61 υιοι A 62 Γεδσων] Ι ηρσων A | Nεφθαλι A | τρισκαιδεκα] δεκα τρεις A 62 Μεραρι A | Δαν] Γαδ A)

15
δέκα δύο.

καὶ ἔδωκαν οἱ υἱκρὶ Ἰσραὴλ τοῖς Λευείταις τὰς πόλεις [*](B) καὶ τὰ περισπόρια οὐτῶν·

καὶ ἔδωκαν ἐν κλήρῳ ἐκ φυλῆς υἱῶν Ἰούδα καὶ ἐκ φυλῆς υἱῶν Συμεὼν τὰς πόλεις ταύτας ἃ ἐκάλεσεν αὐτάς.

καὶ ἀπὸ τῶν πατριῶν υἱῶν Καάθ, καὶ ἐγένοντο πόλεις τῶν ὁρίων αὐτῶν ἐκ φυλῆς Ἐφράιμ.

καὶ ἔδωκαν αὐτῷ τὰς πόλεις τῶν φυγαδευτηρίων, τὴν Συχἐμ καὶ τὰ περισπόρια αὐτῆς ἐν ὄρει Ἐφράιμ, καὶ τὴν Γάζερ καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὴν Ἰκαὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Βαιθώρων καὶ τὰ περισπόρια αὐτῆς,

καὶ τὴν Ἐγλὰμ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Γεθωρὼν καὶ τὰ περισπόρια αὐτῆς·

καὶ ἀπὸ τῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Ἀμὰρ καὶ τὰ περισπόρια αὐτῆς, κατὰ πατριὰν τοῖς υἱοῖς Καὰθ τοῖς καταλοίποις.

τοῖς υἱοῖς Γεδσὼν ἀπὸ πατριῶν ἡμίσους φυλῆς Μανασσὴ τὴν Γωλὰν ἐκ τῆς Βασὰν καὶ τὰ περιπόλια αὐτῆς, καὶ τὴν Ἀσηρὼθ καὶ τὰ περισπόρια αὐτῆς·

καὶ ἐκ φυλῆς Ἰσσαχὰρ τὴν Κέδες καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Δεβερεὶ καὶ τά περισπόρια αὐτῆς, καὶ τὴν Δαβὼρ καὶ τά περισπόρια αὐτῆς·

καὶ ἐκ φυλῆς Ἀσὴρ τὴν Μαασά καὶ τά περισπόρια αὐτῆς, καὶ τὴν Ἀβαρὰν καὶ τὰ περισπορια αὐτῆς,

καὶ τὴν Ἰκὰκ καὶ τὰ περισπόρια αὐτῆς, καὶ τὴν Ῥοὼβ καὶ τὰ περισπόρια αὐτῆς·