Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
καὶ εἶπεν Δαυεὶδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε Κύριον τὸν θεὸν ἡμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία Κύριον τὸν θεὸν τῶν πατέρων οὐτων, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ καὶ τῷ βασιλεῖ
καὶ ἔθυσεν Δαυεὶδ τῷ κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας. μόσχους χιλίους, κριοὺς χλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.
καὶ ἔφαγον καὶ ἔπιον ἐναντίον Κυρίου ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ χαρᾶς, καὶ ἐβασίλευσαν τὸν Σαλωμὼν υἱὸν Δαυείδ, καὶ ἔχρσαν αὐτὸν τῷ κυρίῳ εἰς βασιλέα καὶ Σαδὼκ εἰς ἱερωσύνην.
καὶ ἐκάθισεν Σαλωμὼν ἐπὶ θρόνου Δαυεὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ εὐδοκήθη, καὶ ἐπήκουσαν αὐτοῦ πᾶς Ἰσραήλ.
οἱ ἄρχοντες καὶ οἱ δυνάσται καὶ οἱ υἱοὶ Δαυεὶδ τοῦ βασιλέως πατρὸς αὐτοῦ ὑπετάγησαν αὐτῷ.
καὶ ἐμεγάλυνεν Κύριος τὸν Σαλωμὼν ἐπάνωθεν, ἐναντίον παντὸς Ἰσραήλ· καὶ ἔδωκαν αὐτῷ δόξαν βασιλέως ὃ οὐκ ἐγένετο ἐπὶ παντὸς βασιλέως ἔμπροσθεν αὐτοῦ.
Καὶ Δαυεὶδ υἱὸς Ἰεσσαὶ ἐβασίλευσεν ἐπὶ Ἰσραὴλ
ἔτη τεσσεράκοντα, ἐν Χεβρὼν ἔτη ἑπτά, ἐν Ἰερουσαλὴμ ἔτη τριάκοντα τρία.
καὶ ἐτελεύτησεν ἐν γήρει καλῷ, πλήρης ἡμερῶν, πλούτῳ καὶ δόξῃ· καὶ ἐβασίλευσεν Σαλωμὼν υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
οἱ δὲ λοιποὶ λόγοι τοῦ βασιλέως Δαυεὶδ οἱ πρότεροι καὶ οἱ ὕστεροι γεγραμμένοι εἰσὶν ἐν λόγοις Σαμουὴλ τοῦ βλέποντος καὶ ἐπὶ λόγων Νάθαν τοῦ προφήτου καὶ ἐπὶ λόγων Γὰδ τοῦ βλέποντος,
περὶ πάσης τῆς βασιλείας αὐτοῦ καὶ τῆς δυναστείας αὐτοῦ, οἴ ἐγένοντο ἐπʼ αὐτῷ καὶ ἐπὶ τὸν Ἰσραὴλ καὶ ἐπὶ πάσας βασιλείας τῆς γῆς. κατενίσχυσεν Σαλωμὼν υἱὸς Δαυεὶδ ἐπὶ τῆς βασιλείας αὐτοῦ· καὶ Κύριος ὁ θεὸς αὐτοῦ μετʼ αὐτοῦ καὶ ηθξησεν αὐτὸν εἰς ὕψος.