Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ Σαλωμὼν τῷ υἱῷ μου δὸς καρδίαν ἀγαθὴν [*](6 προεθυμωθησαν A | πατριων] pr τῶν A | οἰκοδομοι] οικονομοι A 7 οικου] A pr του A 8 Bεσιηλ] in σ ras aliq B? Ιειηλ A | Γηρσωνι A 9 ηυφρανθη A (bis) 11 συ 1⁰] σοι A 12 δυναστια A | σου 30] + ελαιος A 14 των σων] pr εκ A 15 κατοικουντες] παροικουντες A | γης] pr της A 16 om παν A 17 πανια ταυτα] ταυτα πανια A 18 om και 3° A)

60
[*](B) ποιεῖν τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου καὶ τὰ προστάγματαά σου, καὶ τοῦ ἐπὶ τέλος ἀγαγεῖν τὴν κατασκευὴν τοῦ οἴκου σου.

καὶ εἶπεν Δαυεὶδ πάσῃ τῇ ἐκκλησίᾳ Εὐλογήσατε Κύριον τὸν θεὸν ἡμῶν· καὶ εὐλόγησεν πᾶσα ἡ ἐκκλησία Κύριον τὸν θεὸν τῶν πατέρων οὐτων, καὶ κάμψαντες τὰ γόνατα προσεκύνησαν Κυρίῳ καὶ τῷ βασιλεῖ

καὶ ἔθυσεν Δαυεὶδ τῷ κυρίῳ θυσίας, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα τῷ θεῷ τῇ ἐπαύριον τῆς πρώτης ἡμέρας. μόσχους χιλίους, κριοὺς χλίους, ἄρνας χιλίους, καὶ τὰς σπονδὰς αὐτῶν, καὶ θυσίας εἰς πλῆθος παντὶ τῷ Ἰσραήλ.