Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

ἐν χρυσίῳ, ἐν ἀργυρίᾳῳ, ἐν χαλκῷ καὶ ἐν σιδήρῳ, οὐκ ἔστιν ἀριθμός· ἀνάστηθι καὶ ποίει, καὶ Κύριος μετὰ σοῦ.

καὶ ἐνετείλατο Δαυεὶδ τοῖς παισὶν ἄρχουσιν Ἰσραὴλ ἀντιλαβέσθαι τῷ Σαλωμὼν υἱῷ αὐτοῦ

Οὐχὶ Κύριος μεθʼ ὑμῶ καὶ ἀνέπαυσεν ὑμᾶς κυκλόθεν, ὅτι ἔδωκεν ἐν χερσὶν τοὺς κατοικοῦντας τὴν γῆν, καὶ ὑπετάγη ἡ γῆ ἐναντίον Κυρίου καὶ ἐναντίον λαοῦ αὐτοῦ.

υῦν δότε καρδίας ὑμῶν καὶ ψυχὰς ὑμῶν τοῦ ζητῆσαι τῷ κυρίῳ θεῷ ὑμῶν, καὶ ἐγέρθητε καὶ οἰκοδομήσατε ἁγίασμα τῷ θεῷ ὑμῶν, τοῦ εἰσενέγκαι τὴν κιβωτὸν διαθήκης Κυρίου καὶ σκεύη τὰ ἅγια τοῦ θεοῦ εἰς οἶκον τὸν οἰκοδομούμενον τῷ ὀνόματι Κυρίου.

Καὶ Δαυεὶδ πρεσβύτης καὶ πλήρης ἡμερῶν, καὶ ἐβασίλευσεν Σαλωμὼν τὸν υἱὸν αὐτοῦ ἀντʼ αὐτοῦ ἐπὶ Ἰσραήλ.

καὶ συνήγαγεν τοὺς πάντας ἄρχοντας Ἰσραὴλ καὶ τοὺς ἱερεῖς καὶ τοὺς Λευείτας.

καὶ ἠρίθμησαν οἱ Λευεῖται ἀπὸ τριακονταετοῦς καὶ ἐπάνω, καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν εἰς ἄνδρας τριάκοντα καὶ ὀκτὼ χιλιάδας·

ἀπὸ τῶν ἐργοδιωκτῶν ἐπὶ τὰ ἔργα οἴκου εἴκοσι τέσσαρες χιλιάδες, καὶ γραμματεῖς καὶ κριταὶ ἑξακισχίλιοι,

καὶ τέσσαρες χιλιάδες αἰνοῦντες τῷ κυρίῳ ἐν τοῖς ὀργάνοις οἷς ἐποίησεν τοῦ αἰνεῖν τῷ κυρίῳ.

καὶ διεῖλεν αὐτοὺς Δαυεὶδ ἐφημερίας τοῖς υἱοῖς Λευεί, τῷ Γεδσών, Καάθ, Μαραρεί

καὶ τῷ αροσώμ, τῷ Ἐδὰν καὶ τῷ Σεμεεί.

υἱοὶ τῷ Ἐδάν· ὁ ἄρχων Ἴηι καὶ Σεθὸμ καὶ Ἰωήλ. καὶ τρεῖς