Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ εἶπεν Δαυεὶδ πρὸς Ορνά Δός μοι τὸν τόπον σου τῆς ἄλω καὶ οἰκοδομήσω ἐπʼ αὐτῷ θυσιαστήριον τῷ κυρίῳ· ἐν ἀργυρίῳ ἀξίῳ δός μοι αὐτόν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.

καὶ εἶπεν Ορνὰ πρὸς Δαυείδ Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ ἀγαθὸν ἐναντίον αὐτοῦ- δ δέδωκα τοὺς μόσχους εἰς ὁλοκαύτωσιν καὶ τὸ ἄροτρον εἰς ξύλα καὶ τὸν σῖτον εἰς θυσίαν, τὰ πάντα δέδωκα.

καὶ εἶπεν ὁ βασιλεὺς Δαυεὶδ τῷ Ορνά Οὐχί, ὅτι ἀγοράζων ἀγοράζω ἐν ἀργυρίῳ ἀξίῳ· ὅτι οὐ μὴ λάβω ἅ ἐστἶν σοι Κυρίῳ, τοῦ ἀνενέγκαι ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ.

καὶ ἔδωκεν Δαυεὶδ τῷ ρνὰ ἐν τῷ τόπῳ αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.

καὶ ᾠκοδόμησεν Δαυεὶδ ἐκεῖ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώματα καὶ σωτηρίου· καὶ ἐβόησεν πρὸς Κύριον, καὶ ἐπήκουσεν αὐτῷ ἐν πυρὶ ἐκ τοῦ οὐρανοῦ ἐπὶ τὸ θυσιαστήριον τῆς ὁλοκαυτώσεαως καὶ κατανάλωσεν τὴν ὁλοκαύτωσιν.

καὶ εἶπεν Κύριος πρὸς τὸν ἄγγελον, καὶ κατέθηκεν τὴν όομφαίαν εἰς τὸν κολεόν.

Ἐν τῷ καιρῷ ἐκείνῳ ἐν τῷ ἰδεῖν τὸν Δαυεὶδ ὅτι ἐπήκουσεν αὐτῷ ἐν τῷ ἄλῳ ρνὰ τοῦ Ἰεβουσαίου, καὶ ἐθυσίασεν ἐκεῖ

καὶ σκηνὴ Κυρίου ἣν ἐποίησεν Μωυσῆς ἐν τῇ ἐρήμῳ καὶ θυσιαστήριον τῶν ὁλοκαυτωμάτων ἐν τῷ καιρῷ ἐκείνῳ ἐν Βαμὼθ ἐν Γαβαών.

καὶ [*](17 τω λαω (10)] pr εν A | αμαρτων] ημ. Α*vid (η ras A?) | απωλειαν A Κυριε] λειαν κε sup ras et in mg Aᵇ 18 τω Γαδ ειπεν A | του ειπειν (ειπεν B* ι superscr Bᵃᵇ). αναβῃ] τω ειπει προς Δαδ κε ινα λαβη (τω...λα sup ras et in mg Aᵃ?) A | Ιεβουσαιου] Ιοβ. B* vid 20 τεσσαρες υιοι A | μεθαχαβειν] κρυβομενοι A 21 Oρναν] Oρνα A 22 αυτον] αυτο A | om εκ A 23 ιδε] ιδου A | αροτρον] και τας αμαξας A | εδωκα 2° A 24 ολοκ.] pr εις A 25 εν τω τοπω] περι του τοπου A 27 κατε- θηκεν] καlθηκεν A 28 επηκουσεν] εισηκουσεν A | αυτω] + κς A | τω αλω] om τω A | εθυασεν A* (superscr σι A a?) 29 Βαμωθ εν Γαβαων] δαμα τη εν Γαβαωνι A)

46
[*](B)οὐκ ἠδύνατο Δαυεὶδ τοῦ πορευθῆναι ἔμπροσθεν αὐτοῦ τοῦ ζητῆσαι τὸν θεόν, ὅτι οὐ κατέσπευσεν ἀπὸ προσώπου τῆς όομφαίας ἀγγέλου Κυρίου.

καὶ εἶπεν Δαυεὶδ Οἦτός ἐστιν ὁ οἶκος Κυρίου τοῦ θεοῦ, καὶ τοῦτο τὸ θυσιαστήριον εἰς ὁλοκαύτωσιν τῷ Ἰσραήλ.

Καὶ εἶπεν Δαυεὶδ συναγαγεῖν πάντας τοὺς προσηλύτους ἐν γῇ Ἰσραήλ· καὶ κατέστησεν λατόμους λατομῆσαι λίθους ξυστοὺς τοῦ οἰκοδομῆσαι οἶκον τῷ θεῷ.

καὶ σίδηρον πολὺν εἰς τοὺς ἥλους τῶν θυρωμάτων καὶ τῶν πυλῶν καὶ τοὺς στροφεῖς ἡτοίμασεν Δαυεὶδ καὶ χαλκὸν εἰς πλῆθος, οὐκ ἦν σταθμός.