Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

  • ¹¹ζητήσατε καὶ ἰσχύσατε,
  • ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
  • 12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν,
  • τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.
  • 13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ,
  • υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
  • 14Κύριος ὁ θεὸς ἡμῶν,
  • ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ.
  • 15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ,
  • λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
  • 16ὅν διέθετο τῷ Ἀβραάμ.
  • καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.
  • 17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα.
  • τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,
  • 18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν
  • σχοίνισμα κληρονομίας ὑμῶν.
  • 19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ
  • ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
  • 20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος
  • καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.
  • ²¹οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτούς,
  • καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
  • 22Μὴ ἅψησθε τῶν χριστῶν μου·
  • ἐν τοῖς προφηταις μου μὴ πονηρεύεσθε.
  • ²³ἄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ,
  • ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
  • 25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
  • φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.