Septuaginta. The Old Testament in Greek According to the Septuagint.
Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press,
1896.
10 αἰνεῖτε ἐν ὀνόματι ἁγίῳ αὐτοῦ,
εὐφρανθήσεται καρδία ζητοῦσα τὴν εὐδοκίαν αὐτοῦ.
¹¹ζητήσατε καὶ ἰσχύσατε,
ζητήσατε τὸ πρόσωπον αὐτοῦ διὰ παντός.
12μνημονεύετε τὰ θαυμάσια αὐτοῦ ἆ ἐποίησεν,
τέρατα καὶ κρίματα τοῦ στόματος αὐτοῦ.
13σπέρμα Ἰσραὴλ παῖδες αὐτοῦ,
υἱοὶ Ἰακὼβ ἐκλεκτοὶ αὐτοῦ.
14Κύριος ὁ θεὸς ἡμῶν,
ἐν πάσῃ τῇ γῆ τὰ κρίματα αὐτοῦ.
15μνημονεύομεν εἰς αἰῶνα διαθήκης αὐτοῦ,
λόγον αὐτοῦ ὃν ἐνετείλατο εἰς χιλίας γενεάς,
16ὅν διέθετο τῷ Ἀβραάμ.
καὶ τὸν ὅρκον αὐτοῦ τῷ Ἰσαάκ.
17ἔστησεν αὐτὸν τῷ Ἰακὼβ εἰς πρόσταγμα.
τῷ Ἰσραὴλ διαθήκην αἰώνιον,
18λέγων Σοὶ δώσω τὴν γῆν Χαναὰν
σχοίνισμα κληρονομίας ὑμῶν.
19ἐν τῷ γενέσθαι αὐτοὺς ὀλιγοστοὺς ἀριθμῷ
ὡς ἐσμικρύνθησαν καὶ παρῴκησαν ἐν αὐτῇ.
20καὶ ἐπορεύθησαν ἀπὸ ἔθνους εἰς ἔθνος
καὶ ἀπὸ βασιλείας εἰς λαὸν ἕτερον.
²¹οὐκ ἀφῆκεν ἄνδρα τοῦ δυναστεῦσαι αὐτούς,
καὶ ἤλεγξεν περὶ αὐτῶν βασιλεῖς
22Μὴ ἅψησθε τῶν χριστῶν μου·
ἐν τοῖς προφηταις μου μὴ πονηρεύεσθε.
²³ἄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ,
ἀναγγείλατε ἐξ ἡμέρας εἰς ἡμέραν σωτηρίαν αὐτοῦ.
25ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα,
φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς.
26ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν εἴδωλα,
καὶ ὁ θεὸς ἡμῶν οὐρανὸν ἐποίησεν.
27δόξα καὶ ἔπαινος κατὰ πρόσωπον αὐτοῦ,
ἰσχὺς καὶ καύχημα ἐν τόπῳ αὐτοῦ.
[*](U+05D0A)[*](10 om αινειτε U+05D0* (superscr U+05D0c.a) 12 μνημονευεται μνημονευσατε A 14 Κυριος] pr αυτος A 15 μνημονευομεν] μνημονευων A 16 Ισακ U+05D0 18 υμῶν] ημων U+05D0 19 γενεσθαι] λεγεσθαι A | ως] εως A 21 περι] υπερ A | βασιλις U+05D0 22 εν] om U+05D0 pr και A 23 ημεραν] ημερας U+05D0 | σωτηριαν] το σωτηριον U+05D0A 27 τοπω] pr τω A)