Paralipomenon I sive Chronicon I
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.
ʼiερεμειὰ ὁ δέκατος, Μελχαβανναὶ ὁ ἑνδέκατος.
οὖτοι ἐκ τῶν υἱῶν Γὰδ ἄρχοντες τῆς στρατιᾶς, εἰς τοῖς ἑκατὸν μικρὸς καὶ μέγας τοῖς χιλίοις.
οὗτοι οἱ διαβάντες τὸν Ἰορδάνην ἐν τῷ μηνὶ τῷ πρώτῳ, καὶ οὗτος πεπληρωκὼς ἐπὶ πᾶσαν κρηπῖδα αὐτοῦ, καὶ ἐξεδίωξαν πάντας τοὺς κατοικοῦντας αὐλῶνας ἀπὸ ἀνα- τολῶν ἕως δυσμῶν.
καὶ ἧλθον ἀπὸ τῶν υἱῶν Βενιαμεὶν καὶ Ἰούδα εἰς βοήθειαν τοῦ Δαυείδ.
καὶ Δαυεὶδ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτῶν καὶ εἶπεν αὐτοῖς Εἰ εἰς εἰρήνην ἥκατε πρὸς μέ, εἴη μοι καρδία καθʼ ἑαυτὴν ἐφʼ ὑμᾶς· καὶ εἰ τοῦ παραδοῦναί με τοῖς ἐχθροῖς μου οὐκ ἐν ἀληθείᾳ χειρός, ἴδοι ὁ θεὸς τῶν πατέρων ὑμῶν καὶ ἐλέγξαιτο.
καὶ πνεῦμα ἐνέδυσε τὸν Ἀμασαὶ ἄρχοντα τῶν τρυἰκοντα, καὶ [*](B) εἶπεν
καὶ ἀπὸ Μανασσὴ προσεχώρησαν πρὸς Δαυεὶδ ἐν τῷ ἐλθεῖν τοὺς ἀλλοφύλους ἐπὶ Σαοὺλ εἰς πόλεμον· καὶ οὐκ ἐβοήθησαν αὐτοῖς, ὅτι ἐν βουλῇ ἐγένετο παρὰ τῶν στρατηγῶν τῶν ἀλλοφύλων λεγόντων Ἐν ταῖς κεφαλαῖς τῶν ἀνδρῶν ἐκείνων ἐπιστρέψει πρὸς τὸν κύριον αὐτοῦ Σαούλ.
ἐν τῷ πορευθῆναι αὐτὸν εἰς Σωγλὰμ προσεχώρησαν αὐτῷ ἀπὸ Μανασσὴ Ἐδνὰ καὶ Τωζαβὰθ καὶ Ῥωδιὴλ καὶ Μειχαὴλ καὶ Ἰωσαβαὶθ καὶ Ἐλιμοὺθ καὶ Σεμαθεί· ἀρχηγοὶ χιλιάδων εἰσὶν τοῦ Μανασσή.
καὶ αὐτοὶ συνεμάχησαν τῷ Δαυεὶδ ἐπὶ τὸν γεδδούρ, ὅτι δυνατοὶ ἰσχύος πάντες· καὶ ἦσαν ἡγούμενοι ἐν τῇ στρατείᾳ ἐν τῇ δυνάμει,
ὅτι ἡμέραν ἐξ ἡμέρας ἤρχοντο πρὸς Δαυεὶδ εἰς δύναμιν μεγάλην ὡς δύναμις θεοῦ.
Καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀρχόντων τῆς στρατείας, οἱ ἐλθόντες πρὸς Δαυεὶδ εἰς Χεβρὼν τοῦ ἀποστρέψαι τὴν βασιλείαν Σαοὺλ πρὸς αὐτὸν κατὰ τὸν λόγον Κυρίου.
υἱοὶ Ἰούδα θυρεωφόροι καὶ δορατοφόροι ἕξ χιλιάδες καὶ ὀκτακόσιοι δυνατοὶ παρατάξεως.
τῶν υἱῶν Συμεὼν δυνατοὶ ἰσχύος εἰς παράταξιν ἑπτὰ χιλιάδες καὶ ἑκατόν.
τῶν υἱῶν Λευεὶ τετρακισχίλιοι ἑξακόσιοι·