Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ οὗτος ὁ ἀριθμὸς τῶν δυνατῶν τοῦ Δαυείδ· Ἰεσεβαδὰ υἱὸς Ἀχαμανεὶ πρῶτος τῶν τριά- κοντα· οὗτος ἐσπάσατο τὴν όομφαίαν αὐτοῦ ἅπαξ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί.

καὶ μετʼ αὐτὸν Ἐλεάζαρ υἱὸς Δωδαὶ ὁ Ἀρχωνεί, οὗτος ἦν ἐν τοῖς τρισὶν δυνατοῖς.

οὗτος ἦν μετὰ Δαυεὶδ ἐν Φασοδομή, καὶ οἱ ἀλλόφυλοι συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἤν μερὶς τοῦ ἀγροῦ πλήρης κριθῶν, καὶ ὁ λαὸς ἔφυγεν ἀπὸ προσὤπου ἀλλοφύλων.

καὶ ἔστη ἐν μέσῳ τῆς μερίδος καὶ ἔσωσεν αὐτήν, καὶ ἐπάταξεν τοὺς ἀλλοφύλους· καὶ ἐποίησεν Κύριος σωτηρίαν μεγάλην.