Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

καὶ ἀπέθανεν Σαοὺλ ἐν ταῖς ἀνομίαις αὐτοῦ αἷς ἠνόμησεν τῷ θεῷ κατὰ τὸν λόγον Κυρίου, διότι οὐκ ἐφύ- λαξεν· ὅτι ἐπηρώτησεν Σαοὺλ ἐν τῷ ἐνγαστριμύθῳ τοῦ ζητῆσαι, καὶ ἀπεκρίνατο αὐτῷ Σαμουὴλ ὁ προφήτης,

καὶ οὐκ ἐζήτησεν Κύριον· καὶ ἀπέκτεινεν αὐτόν, καὶ ἐπέστρεψεν τὴν βασιλείαν τῷ Δαυεὶδ υἱῷ Ἰεσσαί.

Καὶ ἦλθεν πᾶς Ἰσραὴλ πρὸς Δαυεὶδ ἐν Χεβρὼν λέγοντες Ἰδοὺ ὀστᾶ σου καὶ σάρκες σου ἡμεῖς·

καὶ ἐχθές καὶ τρίτην ὄντος Σαοὺλ βασιλέως σὺ ἦσθα ὁ ἐξάγων καὶ εἰσάγων τὸν Ἰσραήλ. καὶ εἶπεν Ἰσραήλ Κύριός σοι Σὺ ποιμανεῖς τὸν λαόν μου τὸν Ἰσραήλ, καὶ σὺ ἔσῃ εἰς ἡγούμενον ἐπὶ Ἰσραήλ.