Paralipomenon I sive Chronicon I

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 2: I Chronicles-Tobit. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1896.

Καὶ ἀλλόφυλοι ἐπολέμησαν πρὸς Ἰσραήλ, καὶ ἔφυγον ἀπὸ προσώπου ἀλλοφύλων καὶ ἔπεσον τραυματίαι ἐν ὄρει Γελβουὲ.

καὶ κατεδίωξαν ἀλλόφυλοι ὀπίσω Σαοὺλ καὶ ὀπίσω υἱῶν αὐτοῦ· καὶ ἐπάταξαν ἀλλόφυλοι τὸν Ἰωναθὰν καὶ τὸν Ἀμειναδὰβ καὶ τὸν Μελχεισοῦε υἱοὺς Σαούλ.

καὶ ἐβαρύνθη ὁ πόλεμος ἐπὶ Σαούλ· καὶ εὗρον αὐτοὺς οἱ τοξόται ἐν τόξοις καὶ πόνοις, καὶ ἐπόνεσαν ἀπὸ τῶν τόξων.

καὶ εἶπεν Σαοὺλ τῷ αἴροντι τὰ σκεύη αὐτοῦ Σπάσαι τὴν ῥομφαίαν σου καὶ ἐκκέντησόν με ἐν αὐτῇ, μὴ ἔλθαωωσιν οἱ ἀπερίτμητοι οὗτοι καὶ ἐμπαίξωσίν μοι. καὶ οὐκ ἐβούλετο ὁ αἴρων τὰ σκεύη αὐτοῦ, ὅτι ἐφοβεῖτο σφόδρα· καὶ ἔλαβεν Σαοὺλ τὴν ῥομφαἰαν καὶ ἐπέπεσεν ἐπʼ αὐτήν.