Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν ἐπιβάτην ἵππου δεύτερον, καὶ ἦλθεν πρὸς αὐτὸν καὶ εἶπεν Τάδε λέγει ὁ βασιλεύς Ἧ εἰρήνη; καὶ εἶπεν Εἰού Τί σοι καὶ εἰρήνῃ; ἐπιστρέφου εἰς τὰ ὀπίσω μου.

καὶ ἀπήγγειλεν ὁ σκοπὸς λέγων Ἧλθεν ἕως αὐτῶν καὶ οὐκ ἀνέστρεψεν· καὶ ὁ ἄγων ἦγεν τὸν Εἰοὐ υἱὸν Ναμεσσείου, ὄτι ἐν παραλλαγῇ ἐγένετο.

καὶ εἶπεν Ἰωράμ Ζαῦξον· καὶ ἔζευξεν ἄρμα. καὶ ἐξῆλθεν Ἰωρὰμ βασιλεὺς Ἰσραὴλ καὶ Ὀχοζεὶ βασιλεὺς Ἰούδα, ἀνὴρ ἐν τῷ ἄρματι αὐτοῦ, καὶ ἐξῆλθον εἰς ἀπαντὴν Εἱού, καὶ Εὖρον αὐτὸν ἐν τῇ μερίδι Ναβουθαὶ τοῦ Ἰσραηλείτου.

καὶ ἐγένετο ὡς εἶδεν Ἰωρὰμ τὸν Εἰού, καὶ εἶπεν Ἧ εἰρήνη, Εἰού; καὶ εἶπεν Εἰού Τί εἰρήνη ; ἔτι αἱ πορνεῖαι Ἰεζάβελ τῆς μητρός σου καὶ τὰ φάρμακα αὐτῆς τὰ πολλά.

καὶ ἐπέστρεψεν τὰς τὰς αὐτοῦ καὶ ἔφυγεν, καὶ εἶπεν πρὸς Ὀχοζείαν Δόλος, Ὀχοζεία.

καὶ ἔπλησεν Εἰοὺ τὴν χεῖρα αὐτοῦ ἐν τῷ τόξῳ καὶ ἀνὰ μέσον τῶν βραχιόνων αὐτοῦ, καὶ ἐξῆλθεν τὸ βέλος αὐτοῦ διὰ τῆς καρδίας αὐτοῦ, καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ.

καὶ εἶπεν πρὸς Βαδεκὰ τὸν τριστάτην αὐτοῦ Ῥίψαι αὐτὸν ἐν τῇ μερίδι ἀγροῦ Ναβουθαὶ τοῦ Ἰσρανλείτου· ὄτι μνημονεύω, ἐγὼ καὶ σὺ ἐπιβεβηκότες ἐπὶ ζεύγη ὀπίσω Ἀχαὰβ τοῦ πατρὸς αὐτοῦ, καὶ Κύριος ἔλαβεν ἐπ’ αὐτὸν τὸ λῆμμα τοῦτο

Εἰ μὴ τὰ αἴματα Ναβουθαὶ καὶ τὰ αἴματα τῶν υἱῶν αὐτοῦ εἶδον ἐχθές, φησὶν Κύριος· καὶ ἀνταποδώσω αὐτῷ ἐν τῇ μερίδι ταύτῃ, φησὶν Κύριος. κα νῦν ἄρας δὴ ῥίψον αὐτὸν ἐν τῇ μερίδι κατὰ τὸ ῥῆμα Κυρίου.

καὶ Ὀχοζείας βασιλεὺς Ἰούδα εἶδεν, καὶ ἔφυγεν ὁδὸν Βαιθάν· καὶ ἐδίωξεν ὀπίσω αὐτοῦ Εἰοὺ καὶ εἶπεν Καί γε αὐτόν· καὶ ἐπάταξεν αὐτὸν πρὸς τῷ ἅρματι ἐν τῷ ἀναβαίνειν Γαί, ἥ ἐστιν Ἐκβλαάμ· καὶ ἔφυγεν εἰς μαγεδαών, καὶ ἀπέθανεν ἐκεῖ.

καὶ ἐπεβίβασαν αὐτὸν οἱ παῖδες [*](A) [*](18 αυτων] αυτω Α | om η Α | εις τα οπ.] προς το οπ. Α 19 προς] μετ Α | om η Α Ι om επιστρεφου εις τα οπ. μου Α 20 υιου Α | Ναμεσσιου Bb Ναμεσιου Α 21 εζευξαν Α | Οχοζει] Οχοζιας Α | απαντησιν Α Ι Ισραηλιτου Bb Ιζρανλιτου Α 22 ιδεν Α Ι om η Α | πορνιαι Α 23 οχοζειαν Οχοζιαν Bb)] Οχοζει Α | δολος] δουλος Α | Οχοζεια Οχοζια Bb)] Οχοζει Α 24 Ειου] Ηου Α | εν το τοξω Α 25 Βαλεκαρ Βa mg αδεκαρ Bb ρ superscr) Α Ι αγρου] pr του Α Ι Ισρανλιτου Bb Ισζρανλιτου Α | λημμα] ρημα Α 26 χθες Ba 27 Οχοζιας BbA | Βαιθαν] Βαιατγαν sup ras A?vid Ι προς] εν Α | εν] προς Α Ι Εκβλααμ] Ιβλααμ Α | μακεδδω Α 28 επεβιβασαν] ενεβιβ. Α)

763
αὐτοῦ ἐπὶ τὸ ἄρμα καὶ ἤγαγον αὐτὸν εἰς Ἰερουσαλήμ, καὶ ἔθαψαν [*](B) αὐτὸν ἐν τῷ τάφῳ αὐτοῦ ἐν πόλει Δαυείδ.

Καὶ ἐν ἔτει ἑνδεκάτω Ἰωρὰμ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ὀχοζείας ἐπὶ Ἰούδαν.

Καὶ ἦλθεν Εἰοὺ ἐπὶ Ἰσραή· καὶ Ἰεζάβελ ἤκουσεν καὶ ἐστιμίσατο τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἠγάθυνεν τὴν κεφαλὴν αὐτῆς, καὶ διέκυψεν διὰ τῆς θυρίδος.

καὶ Εἰοὺ εἰσεπορεύετο ἐν τῇ πόλει, καὶ εἶπεν Ἧ εἰρήνη, Ζαμβρεί, ὁ φονευτὴς τοῦ κυρίου αὐτοῦ ;

καὶ ἐπῆρεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν θυρίδα καὶ εἶδεν αὐτήν, καὶ εἶπεν Τίς εἶ σύ; κατάβηθι μετ’ ἐμοῦ· καὶ κατέκυψαν πρὸς αὐτὸν δύο εὐνοῦχοι.

καὶ εἰπεν Κυλίσατε αὐτήν· καὶ ἐκύλισαν αὐτήν, καὶ ἐραντίσθη τοῦ αἵματος αὐτῆς πρὸς τὸν τοῖχον καὶ πρὸς τοὺς ἵππους, καὶ συνεπάτησαν αὐτήν.

καὶ εἰσῆλθεν καὶ ἔφαγεν καὶ ἔπιεν, καὶ εἶπεν Ἐπισκέψασθε δὴ τὴν κατηραμένην ταύτην καὶ θάψατε αὐτήν, ὅτι βασιλέως ἐστίν.

καὶ ἐπορεύθησαν θάψαι αὐτήν, καὶ οὐ ἐν αὐτῇ ἄλλο τι ἢ τὸ κρανίον καὶ οἱ πόδες καὶ τὰ ἴχνη τῶν

καὶ ἐπέστρεψαν καὶ ἀνήγγειλαν αὐτῷ, καὶ εἶπεν Λόγος Κυρίου ὄν ἐλάλησεν ἐν χειρὶ Ἠλειοὺ τοῦ θεσβείτου λέγων Ἐν τῇ μερίδι Ἰσραὴλ καταφάγονται οἱ κύνες τὰς σάρκας Ἰεζάβελ.

καὶ ἔσται τὸ θνησιμαῖον Ἰεζάβελ ὡς κοπρία ἐπὶ προσώπου τοῦ ἀγροῦ ἐν τῇ μερίδι Ἰσραήλ, ὥστε μὴ εἰπεῖν αὐτούς Ἰεζάβελ.

Καὶ τῷ Ἀχαὰβ ἑβδομήκοντα υἱοὶ ἐν Σαμαρείᾳ. καὶ ἔγραψεν Εἰοὺ βιβλίον καὶ ἀπέστειλεν ἐν Σαμαρείᾳ πρὸς τοὺς ἄρχοντας Σαμαρείας κα πρὸς τοὺς πρεσβυτέρους καὶ πρὸς τοὺς τιθηνοὺς Ἀχαὰβ λέγων