Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐγένετο μετὰ τὸ τέλος [*](12 πολεως] γης A | εισελευσ.] + και εξελευσομεθα Α 13 πεντε] Α παντες απο Α Ι υπολελειμμ. Ba? b A . . . 14 om Ισραηλ Α 16 και διμετρον κριθων σικλου (ου sup ras Ab)| κατα το ρημα κݲυݲ· | Α 17 τη χειρι] pr επι Α | εν τη πυλη] επι της πυλης Α | καθα] καθως Α (ω sup ras Aa?) 18 καθα] καθως Α | ωρα] ημερα αυτη Α Ι πυλει Α | Σαμαριας Α 19 ο] ος Αݲ Ι om ου 1° Α | οψει Bab (ει superscr) | om μη 2° Α | φαγη] seq ras ι lit in Α (φαγης A*vid) 20 εγενετο] + αυτω Α Ι συνεπατησεν] ε 1° sup ras B? VIII 1 παροικησης] παροικησεις Α | κεκλικεν Α)

758
[*](B) τῶν ἑπτὰ ἐτῶν καὶ ἐπέστρεψεν ἡ γυνὴ ἐκ γῆς ἀλλοφύλων εἰς τὴν πόλιν, καὶ ἦλθεν βοῆσαι πρὸς τὸν βασιλέα περὶ τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς

καὶ ὁ βασιλεὺς ἐλάλει πρὸς Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε τοῦ ἀνθρώπου τοῦ θεοῦ λέγων Διήγησαι δή μοι πάντα τὰ μεγάλα ἁ ἐποίησεν Ἐλεισαῖε.

καὶ ἐγένετο αὐτοῦ ἐξηγουμένου τῷ βασιλεῖ ὡς ἐζωπύρησεν υἱὸν τεθνηκότα, καὶ ἰδοὺ ἡ γυνὴ ἧς ἐζωπύρησεν τὸν υἱὸν αὐτῆς Ἐλεισαῖε βοῶσα πρὸς τὸν έα τοῦ οἴκου ἑαυτῆς καὶ περὶ τῶν ἀγρῶν ἑαυτῆς· καὶ Κύριε βασιλεῦ, αὕτη ἡ γυνὴ καὶ οὗτος ὁ υἱὸς αὐτῆς ὄν Ἐλεισαῖε.

καὶ ἐπηρώτησεν ὁ βασιλεὺς τὴν γυναῖκα, καὶ διηγήσατο αὐτῷ· καὶ ἔδωκεν αὐτῇ ὁ βασιλεὺς εὐνοῦχον ἕνα λέγων Επίστρεψον πάντα πάντα αὐτῆς τὰ γενήματα τοῦ ἀγροῦ, ἀπὸ τῆς ἡμέρας ἦς κατέλιπεν τὴν γῆν ἕως τοῦ νῦν.

Καὶ ἦλθεν Ἐλεισαῖε εἰς Δαμασκόν· καὶ υἱὸς Ἀδὲρ βασιλεὺς Συρίας ἠρρώστησεν· καὶ ἀνήγγειλαν αὐτῷ λέγοντες Ἤκει ὁ ἄνθρωπος τοῦ θεοῦ ἕως ὦδε.

καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἀζαήλ Λάβε ἐν τῇ χειρί σου μαανά, καὶ δεῦρο εἰς ἀπαντὴν τῷ ἀνθρώπῳ τοῦ θεοῦ, καὶ ἐπιζήτησον τὸν κύριον παρ’ αὐτοῦ λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης ;

καὶ ἐπορεύθη Ἁζαὴλ εἰς ἀπαντὴν αὐτοῦ, καὶ ἔάβεμ μαανὰ ἐν τῇ χειρὶ αὐτοῦ καὶ πάντα τὰ ἀγαθὰ Δαμασκοῦ, ἄρσιν τεσσεράκοντα καμήλων, δῶρα· καὶ ἦλθεν καὶ ἔστη ἐνώπιον αὐτοῦ καὶ εἶπεν πρὸς Ἐλεισαῖε γἱός σου υἱὸς Ἁδὲρ βασιλεὺς Συρίας ἀπέ- στειλέν με πρὸς σὲ ἐπερωτῆσαι λέγων Εἰ ζήσομαι ἐκ τῆς ἀρρωστίας μου ταύτης;

καὶ εἶπεν Ἐλεισαῖε Δεῦρο εἰπόν Ζωῇ ζήσῃ· καὶ ἔδειξέν μοι Κύριος ὄτι θανάτῳ ἀποθανῇ.

καὶ παρέστη τῷ προσώπῳ αὐτοῦ, καὶ ἔθηκεν ἕως αἰσχύνης· καὶ ἔκλαυσεν ὁ ἄνθρωπος τοῦ θεοῦ.