Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς Τί εστιν σοι ; καὶ εἶπεν ἡ Αὕτη εἶπεν πρὸς μέ Δὸς τὸν υἱόν σου, καὶ φαγόμεθα αὐτὸν καὶ τὸν υἱόν μου, καὶ φαγόμεθα αὐτὸν αὔριον.

καὶ ἡψήσαμεν τὸν υἱόν μου καὶ ἐφάγομεν αὐτόν, καὶ εἶπον πρὸς αὐτὴν τῇ ἡμέρᾳ τῇ δευτέρᾳ Δὸς τὸν υἱόν σου καὶ φάγωμεν αὐτόν· καὶ ἔκρυψεν τὸν υἱὸν αὐτῆς.

καὶ ἐγένετο ὡς ἤκουσεν ὁ βασιλεὺς τοὺς λόγους τῆς γυναικός, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ, καὶ αὐτὸς διεπορεύετο ἐπὶ τοῦ τείχους, καὶ εἶδεν ὁ λαὸς τὸν σάκκον ἐπὶ τῆς σαρκὸς αὐτοῦ ἔσωθεν

καὶ εἶπεν Τάδε ποιήσαι μοι ὁ θεὸς καὶ τάδε προσθείη, εἰ στήσεται ἢ κεφαλὴ Ἐλεισαῖε ἐπ’ αὐτῷ σήμερον.

καὶ Ἐλεισαῖε ἐκάθητο ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ οἱ πρεσβύτεροι ἐκάθηντο μετ’ αὐτοῦ· καὶ ἀπέστει- λεν ἄνδρα πρὸ προσώπου αὐτοῦ πρὶν ἐλθεῖν τὸν ἄγγελον πρὸς αὐτόν· καὶ εἶπεν πρὸς τοὺς πρεσβυτέρους Εἰ ᾔδειτε ὅτι ἀπέστειλεν ὁ υἱὸς τοῦ φονευτοῦ ἀφελεῖν τὴν κεφαλήν μου; ἴδετε ὡς ἄν ἔλθῃ ὁ ἄγγελος, ἀποκλείσατε τὴν θύραν καὶ παραθλίψατε αὐτὸν ἐν τῇ θύρᾳ· οὐχὶ φωνὴ τῶν ποδῶν τοῦ κυρίου αὐτοῦ κατόπισθεν αὐτοῦ ;

ἔτι αὐτοῦ λαλοῦντος μετ’ αὐτῶν καὶ ἰδοὺ ἄγγελος κατέβη πρὸς αὐτὸν καὶ εἶπεν Ἰδοὺ αὕτη ἡ κακία παρὰ Κυρίου· τί ὑπομείνω τῷ κυρίῳ ἔτι; VII

VIIἡ ὥρα αὔτη αὔριον, μέτρον σεμιδάλεως σίκλου ἐν ταῖς πύλαις Σαμαρείας.

καὶ ἀπεκρίθη ὁ τριστάτης ἐφ’ ὃν ὁ βασιλεὺς ἐπανεπαύετο ἐπὶ τὴν χεῖρα αὐτοῦ τῷ Ἐλεισαῖε καὶ εἶπεν Ἰδοὺ ποιήσει Κύριος ας ἐν οὐρανῷ· μὴ ἔσται τὸ ῥῆμα τοῦτο; καὶ Ἐλεισαῖε εἶπεν [*](25 επ] περι Α | om ου Α Ι πεντηκοντα] pr πεݲ| Β* | αργυριου 1°] pr Bab mg | τεταρτον του καβου] τεσσαρες καβοι Α Ι πεντε] pr πεντηκοντα Α 26 του τειχους] τουχεις Α Ι βασιλευ] βασιλευς Α 27 om αυτη Α | σωσαι] σωση Α | σωσω σαι Β* σωσω σε Bab ε superscr]) Ι αλωνος] pr της Α | ληνου] pr της Α 28 om και 5° Α | om αυτον 2 29 εψησαμεν Α | ειπον] ειπεν Α | φαγωμεν] φαγομεν Α 30 ο βασιλευς] + Ισλ Α 31 Ελεισαιε] + υιου Σαφατ Α 32 ειπεν] pr αυτος Α | ει] μη Α | ηδειτε] οιδατε Bab mg Α | φονευτου] + ουτος Α | ιδετε] ειδετε A 33 αγγελος] pr ο Α | υπομενω Α Ι om τω κυριω Α VII 1 σιμιδαλεως Α Ι σικλου] + και διμετρον κριθων σικλου Bab mg inf Α 2 τριστατης] τ 1° sup ras Ba? | τω Ελεισαιε] προς τον Ελισσ.)

756
[*](B) Ἰδοὺ ὄψῃ τοῖς ὀφθαλμοῖς, καὶ ἐκεῖθεν οὐ φάγῃ.

Καὶ τέσσαρες ἄνδρες ἦσαν λεπροὶ παρὰ τὴν θύραν τῆς πόλεως, καὶ εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Τί ἡμεῖς καθήμεθα ὧδε ἔως ἀποθάνωμεν ;

ἐὰν εἴπωμεν Εἰσέλθωμεν εἰς τὴν πόλιν, καὶ ὁ λιμὸς ἐν τῇ πόλει καὶ ἀποθανούμεθα ἐκεῖ· καὶ ἐὰνκαθίσωμεν ὧδε, καὶ ἀποθανούμεθα. καὶ νῦν δεῦτε καὶ ἐμπέσωμενεἰς τὴν παρεμβολὴν Συρίας· ἐὰν ζωογονήσωσιν ἡμᾶς, καὶ ζησόμεθα· καὶ ἐὰν θανατώσωσιν ἡμᾶς, καὶ ἀποθανούμεθα.

καὶ ἀνέστησαν ἐν τῷ σκότει εἰσελθεῖν εἰς τὴν παρεμβολὴν Συρίας. καὶ ἦλθον εἰς μέσον τῆς παρεμβολῆς Συρας, κα ἰδοὺ οὐκ ἔστιν ἀνὴρ ἐκεῖ.

καὶ Κύριος ἀκουστὴν ἐποίησεν τὴν παρεμβολὴν Συρίας φωνὴν ἅρματος καὶ φωνὴν ἵππου, φωνὴν δυνάμεως μεγάλης. καὶ εἶπεν ἀνὴρ πρὸς τὸν ἀδελφὸν αὐτοῦ Νῦν ἐμισθώσατο ἐφ’ ἡμᾶς βασιλεὺς Ἰσραὴλ τοὺς βασιλέας τῶν Χετταίων καὶ τοὺς βασιλέας Αἰγύπτου τοῦ ἐλθεῖν πρὸς ἡμᾶς.

καὶ ἀνέστησαν κα ἀπέδρασαν ἐν τῷ σκότει· καὶ ἐνκατέλιπαν τὰς σκηνὰς αὐτῶν καὶ τοὺς ἴππους αὐτῶν καὶ τοὺς ὄνους αὐτῶν ἐν τῇ παρεμβολῇ ὡς ἔστιν, καὶ ἔφυγον πρὸς τὴν ψυχὴν ἑαυτῶν.

καὶ εἰσῆλθον οἱ λεπροὶ οὗτοι ἔως μέρους τῆς παρεμβολῆς, καὶ εἰσῆλθον εἰς σκηνὴν μίαν κα ἔφαγον καὶ ἔπιον, καὶ ἦραν ἐκεῖθεν ἀργύριον καὶ χρυσίον κα ἱματισμόν· καὶ ἐπορεύθησαν καὶ ἐπέστρεψαν ἐκεῖθεν κα εἰσῆλθον εἰς σκηνὴν ἄλλην, καὶ ἔλαβον ἐκεῖθεν καὶ ἐπορεύθησαν κα κατέκρυψαν·

κα εἶπεν ἀνὴρ πρὸς τὸν πλησίον αὐτοῦ Οὐχ οὕτως ἡμεῖς ποιοῦμεν· ἡ ἡμέρα αὕτη ἡμέρα εὐγαγγελίας ἐστίν, καὶ ἡμεῖς σιωπῶμεν· καὶ μένομεν ἕως φω- τὸς τοῦ πρωί, καὶ εὑρήσομεν ἀνομίαν. καὶ νῦν δεῦρο καὶ εἰσέλθωμεν καὶ ἀναγγγείλωμεν εἰς τὸν οἶκον τοῦ βασιλέως.

καὶ εἰσῆλθον κα ἐβόησαν πρὸς τὴν πύλην τῆς πόλεως, καὶ ἀνήγγειλαν αὐτοῖς λέγοντες Εἰσήλθομεν εἰς τὴν παρεμβολὴν Συρίας, καὶ ἰδοὺ οὐκ ἔστιν ἐκεῖ ἀνὴρ καὶ φωνὴ ἀνθρώπου, ὄτι εἰ μὴ ἴππος δεδεμένος κα ὄνος κα αἱ σκηναὶ αὐτῶν ὡς εἰσίν.