Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἦλθεν Ναιμὰν ἐν ἴππῳ καὶ ἄρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλεισαἴε.

καὶ ἀπέστειλεν Ἐλεισαῖε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἢ σάρξ σού σοι καὶ καθαρισθήσῃ.

καὶ ἐθυμώθη Ναιμάν, καὶ ἀπῆλθεν καὶ εἶπεν Ἰδοὺ εἶπον Πρὸς μὲ πάντως ἐξελεύσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ ἀποσυνάξει τὸ λεπρόν.

οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Ἀφαρξὰ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὔδατα Ἰσραήλ ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι ; καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ.