Regnorum IV (Regum II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
ἡ δὲ εἶπεν τῇ κυρίᾳ αὐτῆς Ὅφελον ὁ κύριός μου ἐνώπιον τοῦ προφήτου τοῦ θεοῦ τοῦ ἐν Σαμαρείᾳ, τότε ἀποσυνάξει αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
καὶ εἰσῆλθεν καὶ ἀπήγγειλεν τῷ κυρίῳ ἑαυτῆς καὶ εἶπεν [*](Α) [*](36 Σωμανιτην Α | εκαλεσεν] + αυτην Α 37 επεσεν] επεπ. Α 38 λεβητα] + τον μεγαν Α Ι εψημα Α 39 om αγριαν Α Ι πληρεις Α | αυτου] + ελθων· Α Ι εψηματος Α 40 ενεχει] ενεχεαν Α Ι εψηματος BA 41 λαβε Α | εμβαλλετε Α | om ετι Α 42 Βαθσαρισα A*vid (ras σα 2° Α?) Ι + βακελλεθ Α 43 τι] τινι Α Ι τουτο] ταυτα Α Ι δος] δοτε Α 44 και 1°] pr και εδωκεν εις προσωπον αυτων Α Ι κατελειπον Α V 1 Συριας] pr της Α | εδωκεν] εθηκεν Α | Συρια] Συριας Α 2 εξηλθεν Α 3 Σαμαρια A)
καὶ εἶπεν [*](B) βασιλεὺς Συρίας πρὸς Ναιμάν Δεῦρο Δεῦρο καὶ ἐξαποστελῶ βιβλίον πρὸς βασιλέα Ἰσραήλ. καὶ ἐπορεύθη καὶ ἔλαβεν ἐν τῇ χειρὶ αὐτοῦ δέκα τάλαντα ἀργυρίου καὶ ἑξακισχιλίους χρυσοῦς καὶ δέκα ἀλλασσομένας στολάς.
καὶ ἤνεγκεν τὸ βιβλίον πρὸς τὸν βασιλέα Ἰ λέγων Καὶ νῦν ὡς ἄν ἔλθῃ τὸ βιβλίον τοῦτο πρὸς σέ, ἰδο πρὸς σὲ Ναιμὰν τὸν δοῦλόν μου, καὶ ἀποσυνάξεις αὐτὸν ἀπὸ τῆς λέπρας αὐτοῦ.
καὶ ἐγένετο ὡς ἀνέγνω βασιλεὺς Ἰσραὴλ τὸ βιβλίον, διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἶπεν ’O θεὸς ἐγὼ τοῦ θανατῶσαι καὶ ζωοποιῆσαι, ὅτι οὖτος ἀποστέλλει πρὸς μὲ ἀποσυνάξαι ἄνδρα ἀπὸ τῆς λέπρας αὐτοῦ; ὅτι πλὴν γνῶτε δὴ καὶ ἴδετε ὄτι προφασίζεται οὗτός μοι.
καὶ ἐγένετο ὡς ἤκουσεν Ἐλεισαῖε ὄτι διέρρηξεν ὁ βασι- λεὺς Ἰσραὴλ τὰ ἱμάτια ἑαυτοῦ, καὶ ἀπέστειλεν πρὸς πρὸς βασιλέα Ἰσραὴλ λέγων Ἴνα τί διέρρηξας τὰ ἱμάτιά σου; ἐλθέτω δὴ πρὸς μὲ Ναμὰν καὶ γνώτω ὄτι έστιν προφήτης ἐν Ἰσραήλ.
καὶ ἦλθεν Ναιμὰν ἐν ἴππῳ καὶ ἄρματι, καὶ ἔστη ἐπὶ θύρας οἴκου Ἐλεισαἴε.
καὶ ἀπέστειλεν Ἐλεισαῖε ἄγγελον πρὸς αὐτὸν λέγων Πορευθεὶς λοῦσαι ἑπτάκις ἐν τῷ Ἰορδάνῃ, καὶ ἐπιστρέψει ἢ σάρξ σού σοι καὶ καθαρισθήσῃ.
καὶ ἐθυμώθη Ναιμάν, καὶ ἀπῆλθεν καὶ εἶπεν Ἰδοὺ εἶπον Πρὸς μὲ πάντως ἐξελεύσεται καὶ ἐπικαλέσεται ἐν ὀνόματι θεοῦ αὐτοῦ, καὶ ἐπιθήσει τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν τόπον, καὶ ἀποσυνάξει τὸ λεπρόν.
οὐχὶ ἀγαθὸς Ἀβανὰ καὶ Ἀφαρξὰ ποταμοὶ Δαμασκοῦ ὑπὲρ πάντα τὰ ὔδατα Ἰσραήλ ; οὐχὶ πορευθεὶς λούσομαι ἐν αὐτοῖς καὶ καθαρισθήσομαι ; καὶ ἐξέκλινεν καὶ ἀπῆλθεν ἐν θυμῷ.
καὶ ἤγγισαν οἱ παῖδες αὐτοῦ καὶ ἐλάλησαν πρὸς αὐτόν Μέγαν λόγον ἐλάλησεν ὁ προφήτης πρὸς σέ, οὐχὶ ποιήσεις ; καὶ ὅτι εἶπεν πρὸς σέ λοῦσαι καὶ καθαρίσθητι.
καὶ κατέβη Ναιμὰν καὶ ἐβαπτίσατο ἐν τῷ Ἰορδάνῃ ἑπτάκι κατὰ τὸ ῥῆμα Ἐλεισαῖε· καὶ ἐπέστρεψεν ἡ σὰρξ αὐτοῦ ὡς σὰρξ παιδαρίου μικροῦ, καὶ ἐκαθαρίσθη.
καὶ ἐπέεν [*](4 γης Α 5 βασιλευς] pr ο Α | προς Ναιμαν] pr πορευου Α | εξατοστελλω Α Α* εξαποστελω Α?) 6 τουτο] του Α | απο] εκ Α 7 βασιλευς] pr ο Α | και 3° BA*vid] η Α? (sup ras pr ras 2 litt) | απο] εκ Α Ι με Α 8 Ελεισαιε Ελισ. Bb Ελισσ. Α fere ubique)] + ανݲοݲςݲ του θυݲ· βασιλευς] ras ασ Α? | και 3°] ras αι Α? 9 θυρας οικου] της θ. του οικου 10. προς αυτον Ελισσ. αγγελον Α | καθαρισθητι Α 11 om ιδου ειπον Α Ι ειπον πρ. με παντ.] δη ελεγον οτι Bab mg Ι και επικαλ.] pr και στησεται Α | θεου] #x772; Α | αποσυναξει] συναξει Α 12 αγαθοι Α | Αβανα] Αρβανα ρ superscr) Bb? Αναβανα Ba?mg Ναεβανα Α Ι Αφαραφα] Φαρφα Βa mg b Φαρφαρα A | ουχι 2°] ου Α | λουσομαι] πορευσομαι Α 13 και 1°] α sup ras A1 γαν] pr πατερ Α Ι om και 3° Α 14 κατεβη] κατε Α | επτακις)
καὶ εἶπεν Ἐλεσαῖε ῇ Κύριος ᾦ παρέστην ἐνώπιον αὐτοῦ, εἰ λήμψομαι· καὶ παρεβιάσατο αὐτὸν λαβεῖν, καὶ ἠπείθησεν.
καὶ εἶπεν Ναιμάν Καὶ εἰ μή, δοθήτω δὴ τῷ δούλῳ σου γόπμορ, ζεύγη ἡμιόνων, ὅτι οὐ ποιήσει ἔτι ὁ δοῦλός σου ὁλοκαύτωμα καὶ θυσίασμα θεοῖς ἑτέροις ἀλλ’ ἢ τῷ κυρίῳ.
τῷ ῥήματι τούτῳ καὶ ἱλάσεται Κύριος τῷ δούλῳ σου, ἐν τῷ εἰσπορεύεσθαι τὸν κύριόν μου εἰς οἶκον Ρεμμὰν προσκυνῆσαι ἐκεῖ· καὶ αὐτὸς ἐπαναπαύσεται ἐπὶ τῆς χειρός μου, καὶ προσκυνήσω ἐν οἴκῳ Ῥεμμὰν ἐν τῷ αὐτὸν ἐν οἴκῳ Ῥεμμάν· καὶ ἱλασεται δὴ Κύριος τῷ δούλῳ σου ε λόγῳ τούτῳ.
καὶ εἶπεν Ἐλεισαῖε πρὸς Ναιμάν Δεῦρο εἰς εἰρήνην· καὶ ἀπῆλθεν παρ’ αὐτοῦ εἰς δεβραθὰ τῆς γῆς.
Καὶ εἶπεν Γιεζεὶ τὸ παιδάριον Ἐλεισαῖε Ἰδοὺ ἐφείσατο ὁ κύριός μου τοῦ τοῦ Σύρου τούτου, τοῦ μὴ λαβεῖν ἐκ χειρὸς αὐτοῦ ἃ ἐνήνο Κύριος ὄτι εἰ μὴ δραμοῦμαι ὀπίσω αὐτοῦ καὶ λήμψομαι παρ τι.
καὶ ἐδίωξε Γιεζεὶ ὀπίσω τοῦ Ναιμάν· καὶ εἶδεν αὐτὸν Ναιμὰν τρέχοντα ὀπίσω αὐτοῦ, καὶ ἐπέστρεψεν ἀπὸ τοῦ ἅρματος εἰς ἀπαντὴν αὐτοῦ.
καὶ εἶπεν Εἰρήνη· ὁ κύριός μου ἀπέστειλέν με λέγων ’lδοὺ νῦν ἦλθον πρὸς μὲ δύο παιδάρια ἐξ ὄρους Ἐφράιμ ἀπὸ τῶν υἱῶν τῶν προφητῶν· δὸς δὴ αὐτοῖς τάλαντον ἀργυρίου καὶ δύο ἀλλασσομένας στολάς.