Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Λἀβετε αλευρον καὶ ἐμβάλετε εἰς τὸν λέβητα· καὶ εἶπεν Ἐλεισαῖε πρὸς Γιεζεὶ τὸ παιδάριον Ἕγχει τῷ λαῷ καὶ ἐσθιέτωσαν· καὶ οὐκ ἐγενήθη ἔτι ἐκεῖ ῥῆμα πονηρὸν ἐν τῷ λέβητι.

Καὶ ἀνὴρ διῆλθεν ἐκ Βαιθσαρεῖσα καὶ ἥνεγκεν πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ πρωτογενημάτων εἴκοσι ἄρτους κριθίνους καὶ παλάθας· καὶ εἶπεν Δότε τῷ λαῷ καὶ ἐσθιέτωσαν.

καὶ εἶπεν ὁ λειτουργὸς αὐτοῦ Τί; δῶ τοῦτο ἐνώπιον ἑκατὸν ἀνδρῶν ; καὶ εἶπεν Δὸς τῷ λαῷ καὶ ἐσθιέτωσαν, ὄτι τάδε λέγει Φάγονται Φάγονται καὶ καταλείψουσιν.

καὶ ἔφαγον καὶ κατέλιπον κατὰ τὸ ῥῆμα Κυρίου.