Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ἐλεισῖε ἐρχομένην αὐτήν, καὶ εἶπεν π·ρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανεῖτις ἐκείνη.

νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Ἥ εἰρήνη σοι; ἢ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.

καὶ ἦλθεν πρὸς Ἐλεισαῖε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισεν Γιεζεὶ ἀπεώσασθαι αὐτήν. καὶ εἶπεν Ἐλεισαῖε Ἄφες αὐτήν· ὄτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγε3ιλέν μοι.

ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὄτι οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;