Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐκάλεσεν τὸν ἄνδρα αὐτῆς καὶ εἶπεν Ἀπόστειλον δή μοι ἔν τῶν παιδαρίων καὶ μίαν τῶν ὄνων, καὶ δραμοῦμαι ἕως τοῦ ἀ [*](Α) [*]( 7 ηλθεν] ανεστη Α | κݲωݲ Α | οι υιοι] om οι Α | υπολοιπω A*vid Σιωμαμ Α?) Ι om εκει 2° Α 9 om δια παντος Α 10 om δη Α 12 Σουμανιτην Α 13 ημιν] ημας Α | την πασαν ενκτησιν εγκτ. Bb)] + ταυτην Bab πασᾶν την εκστασιν ταυτην Α Ι λαου] + μου Α | ειμι εγω Α 14 ππεσβυτης] pr ουκ εστιν Α 15 και 1°] pr και ειπεν καλεσον αυτην Α 16 μου] ανݲεݲ του 21 ανηνεγκεν] ηνεγκεν Α)

749
τοῦ θεοῦ κοὶ ἐπιστρέψω.

καὶ εἶπεν Τί ὄτι σὺ πορεύῃ πρὸς αὐτὸν σήμερον; οὐ νεομηνία οὐδὲ σάββατον· ἡ δὲ εἶπεν Εἰρήνη.

καὶ ἐπέσαξεν τὴν ὄνον, καὶ εἶπεν πρὸς τὸ παιδάριον αὐτῆς Ἄγε πορεύου, μὴ ἐπίσχῃς μοι τοῦ ἐπιβῆναι, ὅτι ἐὰν εἴπω σοι

Δεῦρο καὶ πορεύσῃ, καὶ ἐλεύσῃ πρὸς τὸν ἄνθρωπον τοῦ θεοῦ εἰς τὸ ὄρος τὸ Καρμήλιον. καὶ ἐγένετο ὡς εἶδεν Ἐλεισῖε ἐρχομένην αὐτήν, καὶ εἶπεν π·ρὸς Γιεζεὶ τὸ παιδάριον αὐτοῦ Ἰδοὺ δὴ ἡ Σωμανεῖτις ἐκείνη.

νῦν δράμε εἰς ἀπαντὴν αὐτῆς καὶ ἐρεῖς Ἥ εἰρήνη σοι; ἢ εἰρήνη τῷ ἀνδρί σου; ἡ εἰρήνη τῷ παιδαρίῳ; ἡ δὲ εἶπεν Εἰρήνη.

καὶ ἦλθεν πρὸς Ἐλεισαῖε εἰς τὸ ὄρος καὶ ἐπελάβετο τῶν ποδῶν αὐτοῦ· καὶ ἤγγισεν Γιεζεὶ ἀπεώσασθαι αὐτήν. καὶ εἶπεν Ἐλεισαῖε Ἄφες αὐτήν· ὄτι ἡ ψυχὴ αὐτῆς κατώδυνος αὐτῇ, καὶ Κύριος ἀπέκρυψεν ἀπ’ ἐμοῦ καὶ σοῦ καὶ οὐκ ἀνήγγε3ιλέν μοι.

ἡ δὲ εἶπεν Μὴ ᾐτησάμην υἱὸν παρὰ τοῦ κυρίου μου; ὄτι οὐκ εἶπα Οὐ πλανήσεις μετ’ ἐμοῦ;