Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

στύλους δύο, ἡ θάλασσα ἡ μία, καὶ τὰ μεχωνὼθ ἃ ἐποίησεν Σαλωμὼν τῷ οἴκῳ Κυρίου· οὐκ ἦν σταθμὸς τοῦ χαλκοῦ πάντων τῶν σκευῶν.

ὀκτὼ καὶ δέκα πήχεων ὕψος τοῦ στύλου τοῦ ἑνός, καὶ τὸ χωθὰρ ἐπ’ αὐτοῦ τὸ χαλκοῦν, καὶ τὸ ὕψος τοῦ χωθὰρ τριῶν πήχεων σακαχαρθαὶ ἐπὶ τοῦ χωθὰρ κύκλῳ, τὰ πάντα χαλκᾶ· καὶ κατὰ τὰ αὐτὰ τῷ στύλῳ τῷ δευτέρῳ ἐπὶ τῷ γαβαχά.

καὶ ἔλαβεν ὁ ἀρχιμάγειρος τὸν Σαραίαν ἱερέα τὸν πρῶτον καὶ τὸν Σοφονίαν υἱὸν τῆς δευτερώσεως καὶ τοὺς τρεῖς τοὺς φυλάσσοντας τὸν σταθμόν·

καὶ ἐκ τῆς πόλεως ἔλαβεν εὐνοῦχον ἕνα ὅς ἦν ἐπιστάτης τῶν ἀνδρῶν τῶν πολεμιστῶν, καὶ πέντε ἄνδρας τῶν ὁρώντων τὸ πρόσωπον τοῦ βασιλέως τοὺς εὑρεθέντας ἐν τῇ πόλει, καὶ τὸν γραμματέα τοῦ ἄρχοντος τῆς δυνάμεως τὸν ἐκτάσσοντα τὸν λαὸν τῆς γῆς, καὶ ἑξήκοντα ἄνδρας τοῦ λαοῦ τῆς γῆς τοὺς εὑρεθέντας ἐν τῇ πὁλει·

καὶ ἔλαβεν αὐτοὺς Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος καὶ ἀπήγαγεν αὐτοὺς πρὸς τὸν βασιλέα Βαβυλῶνος εἰς Δεβλάθα.

καὶ ἔπαισεν αὐτοὺς βασιλεὺς Βαβυλῶνος καὶ ἐ αὐτοὺς ἐν Ῥεβλάθα ἐν γῇ Αἱμάθ· καὶ ἀπῳκίσθη Ἰούδας ἐπάνωθεν γῆς αὐτοῦ.

καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ γῇ Ἰούδα οὓς Ναβουχοδονοσὸρ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ’ αὐτῶν τὸν Γοδολίαν υἱὸν Ἀχεικὰμ υἱὸν Σαφάν.

Καὶ ἤκουσαν πάντες οἱ ἄρχοντες τῆς δυνάμεως, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν, ὅτι κατέστησεν βασιλεὺς Βαβυλῶνος τὸν Γοδολίαν· καὶ ἦλθον πρὸς Γοδολίαν εἰς Μασσηφάθ, καὶ Ἰσμαὴλ υἱὸς Ναθανίου καὶ Ἰωνὰ υἱὸς Καρὴθ καὶ Σαραίας υἱὸς Θανέμαθ ὁ Νεφφαθιείτης καὶ ’Oζονίας υἱὸς τοῦ Ἀχαθεί, αὐτοὶ καὶ οἱ ἄνδρες αὐτῶν.

καὶ ὤμοσεν Γοδολίας αὐτοῖς καὶ τοῖς ἀνδράσιν αὐτῶν, καὶ εἶπεν αὐτοῖς Μὴ φοβεῖσθε πάροδον τῶν Χαλδαίων· καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βασιλεῖ καὶ καλῶς ἔσται ὑμῖν.

καὶ ἐγενήθη ἐν τῷ ἑβδόμῳ μηνὶ ἦλθεν [*](15 πυρια Α | τας αργυρας και τας χρυσας Α 16 η μια] om η Α Ι και] Α pr και τας | βασεις B ab mg 17 πηχων Α | σακαχαρθαι] σαβαχ και ροαι Α | γαβαχα] σαβαχα Α 18 Σιαραια Α 19 ελαβεν] dehinc usque ad finem libri plurima retractavit accentus adpinxit Α b? | των ανδρων] pr επι Α | γραμματαιαν Α Ι εξηκοντα] επτα Α 21 επαισεν] επεσεν Α | Ρεβλαθα] Δεβλαθα Α | Αιμαθ] Αιθαμ Α 22 γη Ιουδα] Ιουδαια Α | κατελειπεν Α | αυτων] αυτω ω sup ras) Ab Ι Αχικαμ Α Ι υιον] υιου Α 23 αυτοι 1°] Α Ι Μασσηφα Α | Ναθανιου] Μαθθανιου Α | ωαναν Α Ι Θανεμαν Α | Νεφφαθιειτης] Νεθωφαθειτης Α | Οζονιας] Ιεζονιας Α | Αχαθει] αχαθθει Α 24 αυτοις Γοδολιας Α | φοβεισθαι Α | των Χαλδαιων] om των Α Ι om εν Α)

802
[*](B) Μαναὴλ υἱὸς Ναθανίου υἱὸς Ἐλεισαμὰ ἐκ τοῦ σπέρματος τῶν βασιλέων, καὶ ἄνδρες μετ’ αὐτοῦ· καὶ ἐπάταξεν τὸν Γοδολίαν καὶ ἐπέταξεν τὸν Γοδολίαν καὶ ἀπέθανεν, καὶ τοὺς Ἰουδαίους καὶ τοὺς Χαλδαίους οἳ ἦσαν μετ’ αὐτοῦ εἰς Μασσηφάθ.

καὶ ἀνέστη πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου καὶ οἱ ἄρχοντες τῶν δυνάμεων καὶ εἰσῆλθον εἰς Αἴγυπτον, ὅτι ἐφόβησαν ἀπὸ προσώπου τῶν Χαλδαίων.

ἐγενήθη ἐν τῷ τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῆς ἀποικεσίας τοῦ Ιωακιμ βασιλέως Ιουδα ἐν τῷ δωδεκάτῳ μηνὶ ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνὸς ὕψωσεν Ευιλμαρωδαχ βασιλεὺς Βαβυλῶνος ἐν τῷἐνιαυτῷ τῆς βασιλείας αὐτοῦ τὴν κεφαλὴν Ιωακιμ βασιλέως Ιουδακαὶ ἐξήγαγεν αὐτὸν ἐξ οἴκου φυλακῆς αὐτοῦ.

καὶ ἐλάλησεν μετ’ αὐτοῦ ἀγαθά, καὶ ἔδωκεν τὸν θρόνον αὐτοῦ ἐπάνωθεν τῶν θρόνων τῶν βασιλέων τῶν μετ’ αὐτοῦ ἐν Βαβυλῶνι.

καὶ ἠλλοίωσεν τὰ ἱμάτια τῆς φυλακῆς αὐτοῦ, καὶ ἤσθιεν ἄρτον διὰ παντὸς ἐνώπιον αὐτοῦ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ ἡ ἑστιατορεία αὐτοῦ ἐστιατορεία διὰ παντός· ἐδόθη αὐτῷ ἐξ οἴκου τοῦ βασιλέως, λόγον ἡμέρας ἐν τῇ ἡμέρᾳ αὐτοῦ, πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

[*](Α)[*](25 Μαναηλ] Ισμαηλ Β ab Ισμα superset) Α Ι υιος 2°] υιου Α | ανδρες] δεκα Α | επαταξαν Α | εις Μασσηφαθ] εν Μασσηφα Α 26 δυναμεων] της δυναμεως Α | Χαδαιων] Χανααιων A 27 a κιας] μετοικεσιας Α | Ευειαλμαρωδεκ] Ευειαναρωδαχ Α | του β Α 29 ηλλοιωσαν Α 30 εστιατορια B b A (bis) Ι δι ποντος Α Subscr βασιλειων δ BA)