Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὰ θυσιαστήρια τὰ ἐπὶ τοῦ δώματος τοῦ ὑπερῴου Ἀχάξ, ἃ ἐποίησεν βασιλεὺς Ἰούδα, καὶ τὰ θυσιαστήρια ἃ ἐποίησεν Μανασσῆς ἐν ταίς δυσὶν αὐλαῖς οἴκου Κυρίου, καὶ καθεῖλεν ὁ βασιλεὺς καὶ κατέσπασεν ἐκεῖθεν, καὶ ἔρριψεν τὸν χοῦν αὐτῶν εἰς τὸν χειμάρρουν Κεδρών.

καὶ τὸν οἶκον τὸν ἐπὶ πρόσωπον Ἰερουσαλὴμ τὸν ἐκ δεξιῶν τοῦ ὄρους τοῦ ὄν ᾠκοδόμησεν Σαλωμὼν βασιλεὺς Ἰσραὴλ τῇ ’ [*](4 σαδημωθ Α | ελαβεν] εβαλεν Α 5 εδωκαν βασιλει] εδωκεν βασιλευς Α | Α τοις περικ.] pr εν Α | τω Βααλ] τη B. Α 6 τον χειμ.] το χειμ. Α Ι om και κατεκαυσεν αυτον εν τω χ. Κεδρων Α | ερριψεν B ab A 7 τον οικον] των οικον Α I καδησιν Α | χεττιεμ Α 8 πολεων] πολεως Α Ι εμιαναν Α Ι Γαιβαλ] Γαβαα Α | Βηρσαβεαι Α Ι τον παρα] των π. Α | αρχοντος Β ab ρχ superscr) Α] ακοντος Β* | ανδρος] ανδρας (as sup ras 3 forte litt) Α a? 9 αδελφων] δε sup ras Aa 10 και μιανειτε] και εμιαναν B b (vid) mg και μιανει τις Α Ι Ταφεθ] Θοφθα Α | εν °] pr τον Α | Εννομομ'| Α δαγειν Α 11 κατεκαυσεν 1°] κατεκαυσαν Α | βασιλευς Α | εν °] pr ος Α 12 εποιησεν βασιλευς] εποιησαν βασιλεις Α 13 τον επι] om τον Α | τον εκ] om τον Α Ι Μοσοθ Α vid)

796
[*](B) προσοχθίσματι Σιδωνίων καὶ τῷ Χαμὼς προσοχθίσματι Μωὰβ καὶ τῷ Moλχὸν βδελύγματι υἱῶν Ἀμμών, ἐμίανεν ὁ βασιλεύς.

καὶ συνέτριψεν τὰς στήλας καὶ ἐξωλέθρευσεν τὰ ἄλση καὶ ἔπλησεν τοὺς τόπους αὐτῶν ὀστέων ἀνθρώπων.

Καί γε τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ τὸ ὑψηλὸν ὃ ἐποίησεν ’Iεροβοὰμ υἱὸς Ναβὰτ ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ, καί γε τὸ θυσιαστήριον ἐκεῖνο τὸ ὑψηλὸν κατέσπασεν, καὶ συνέτριψεν τοὺς λίθους αὐτοῦ καὶ ἐλέπτυνεν εἰς χοῦν, καὶ κατέκαυσεν τὸ ἄλσος.

καὶ ἐξένευσεν ’Iωσείας καὶ εἰδεν τοὺς τάφους ἐκεῖ ἐν τῇ πόλει, καὶ ἀπέστειλεν καὶ ἔλαβεν τὰ ὀστᾶ ἐκ τῶν και κατεκαυσεν επι το θυσιαστηριον, και εμιανεν αυτο κοτα το Κυρίου ὃ ἐλάλησεν ὁ ἄνθρωπος τοῦ θεοῦ ἐν τῷ ἑστάναι Ἰ ἐν τῇ ἑορτῇ ἐπὶ τὸ θυσιαστήριον . καὶ ἐπιστρέψας ἦρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐπὶ τὸν τάφον τοῦ ἀνθρώπου τοῦ θεοῦ τοῦ λαλήσαντος τοὺς λόγους τούτους,

καὶ εἶπεν Τί τὸ σκόπελον ἐκεῖνο ὃ ἐγὼ ὁρῶ ; καἰ εἶπον αὐτῷ οἱ ἄνδρες τῆς πόλεως Ὁ ἄνθρωπος τοῦ θεοῦ ὁ ἐξ Ἰούδα Ἰούδα καὶ ἐπικαλεσάμενος τοὺς λόγους τούτους οὑς ἐτ ἐπὶ τὸ θυσιαστήριον Βαιθήλ.

καὶ εἶπεν Ἄφετε αὐτό, ἀνὴρ μὴ κινησάτωσαν τὰ ὀστᾶ αὐτοῦ· κοὶ ἐρύσθησαν τὰ ὀστᾶ αὐτοῦ μετὰ τῶν ὀστῶν τοῦ προφήτου τοῦ ἥκοντος ἐκ Σαμαρείας.

καί γε πάντας τοὺς οἴκους τῶν ὑψηλῶν τοὐς ἐν ταῖς πόλεσιν Σαμαρείας, οὕς ἐποίησαν βασιλεῖς Ἰσραὴλ παροργίζειν Κύριον, ἀπέστησεν Ἰωσείας, καὶ ἐποίησεν ἐν αὐτοῖς πάντα τὰ ἔργα ἄ ἐποίησεν ἐν Βαιθήλ.

καὶ ἐθυσάασεν πάντας τοὺς ἱερεῖς τῶν ὑψηλῶν τοὺς ὄντας ἐκεῖ ἐπὶ τῶν θυσιαστηρίων, καὶ κατέκαυσεν τὰ ὀστᾶ τῶν ἀνθρώπων ἐπ' αὐτα, καὶ ἐπεστράφη εἰς Ἰερουσαλήμ.

Καὶ ἐνετείλατο ὁ βασιλεὺς παντὶ τῷ λαῷ λέγων Ποιήσατε πάσχα τῷ κυρίῳ θεῷ ἡμῶν, καθὼς γέγραπται ἐπὶ βιβλίου τῆς διαθήκης ταύτης.

ὅτι οὐκ ἐγενήθη τὸ πάσχα τοῦτο ἀφ’ ἡμερῶν τῶν κριτῶν οἳ ἔκρινον τὸν Ἰσραὴλ καὶ πάσας τὰς ἡμέρας βασιλέων Ἰσραὴλ καὶ βασιλέων Ἰούδα·

ὅτι ἀλλ' ἢ τῷ ὀκτωκαιδεκάτῳ ἔτει τοῦ βασιλέως Ἰωσεία ἐγενήθη τὸ πάσχα τῷ κυρίῳ [*](Α) [*](13 προσοχθισματι 1°] προσοχθιμ. B* σ ins Bab) | Σιδωνιων Σειδ. Β* B b? 15 το υψηλον °] pr και Α | ελυπτενεݲ| Β* (ελεπτυνεݲ| σ|εξενευσεν (sic) Α Ι Ιωσιας Β b A (item 19, 24, 29) Ι εκει] pr οι Α | τουτους] ους sup ras Α 1 17 ειπον] ειπαν Α Ι θεου] + εστιν Α | εξ Ιουδα] εκ του Ι. Α /1 αυτο] αυτον Α | κινησατωσαν B b κειν. B*)] κινησατω Α | ερυσθησαν] ευρεθησαν Α Ι Σαμαριας Α (item 19 παντας] pr εις Α Ι ωσειας] Ιωσιας βασιλευς Ιλημ·| Α | εποιησεν 1°] απεστησεν Α Ι εποιησεν 2°] /1 βιβλιω Α 22 εκριναν Α | πασας τας ημερας] πασων ημερων Α ε sup ras Α 1) 23 Ιωσεια] Ιωσειου B a Ιωσιου B b A Ι το πασχα] + τουτο Α)

797
ἐν Ἰερουσαλήμ.

καί γε τοὺς θελητὰς καὶ τοὺς γνωριστὰς καὶ [*](Β) τὰ θεραφεὶν καὶ τὰ εἴδωλα καὶ πάντα τὰ προσοχθίσματα τὰ γεγονότα ἐν γῇ Ἰούδα καὶ ἐν Ἰερουσαλὴμ ἐξῆρεν Ἰωσείας, ἵνα στήσῃ τοὺς λόγους τοῦ νόμου τοὺς γεγραμμένους ἐπὶ τῷ βιβλίῳ οὗ εὗρεν Χελκείας ἱερεὺς ἐν οἴκῳ Κυρίου.

ὄμοιος αὐτῷ οὐκ ἐγενήθη ἔμπροσθεν αὐτοῦ βασιλεὺς ὃς ἐπέστρεψεν πρὸς Κύριον ἐν ὅλῃ καρδίᾳ αὐτοῦ κα ἐν ὅλῃ ἰσχύι αὐτοῦ καὶ ἐν ὅλῃ ψυχῇ αὐτοῦ κατὰ πάντα τὸν νόμον Μωυσῆ, κα μετ’ αὐτὸν οὐκ ἀνέστη ὅμοιος αὐτῷ.

πλὴν οὐκ ἀπεστράφη Κύριος ἀπὸ θυμοῦ τῆς ὀργῆς αὐτοῦ τοῦ μεγάλου οὗ ἐθυμώθη ὁργῇ αὐτοῦ ἐν τῷ Ἰούδᾳ ἐπὶ τοὺς παροργισμοὺς οὓς αὐτὸν Μανασσῆς.