Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

ἀνθ’ ὧν ὅτι ἡπαλύνθη ἡ καρδία σου καὶ ἐνετράπης ἄν τὸ πρόσωπον Κυρίου, ὡς ἤκουσας ὅσα ἐλάλησα ἐπὶ τὸν τόπον τοῦτον καὶ ἐπὶ τοὺς ἐνοικοῦντας αὐτὸν τοῦ εἶναι εἰς ἀφανισμὸν καὶ εἰς κατάραν, καὶ διέρρηξας τὰ ἱμάτιά σου καὶ ἔκλαυσας ἐνώπιον ἐμοῦ· καί γε ἐγὼ ἤκουσα, λέγει Κύριος.

οὐχ οὕτως· ἰδοὺ προστίθημί σε πρὸς τοὺς πατέρας σου, καὶ συναχθήσῃ εἰς τὸν τάφον σου ἐν εἰρήνῃ, καὶ οὐκ ὀφθήσεται ἐν τοῖς ὀφθαλμοῖς σου πᾶσιν πᾶσιν τοῖς κακοῖς οἷς ἐγώ εἰμι ἐπάγω ἐπὶ τὸν τόπον τοῦτον. Καὶ XXIII

XXIIIἐπέστρεψαν οἱ βασιλεῖς τὸ ῥῆμα· καὶ ἀπέστειλεν ὁ βασιλεὺς καὶ συνήγαγεν πρὸς ἑαυτὸν πάντας τοὺς πρεσβυτέρους Ἰούδα καὶ Ἰερουσαλήμ.

καὶ ἀνέβη ὁ βασιλεὺς εἰς οἶκον Κυρίου, καὶ πᾶς ἀνὴρ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἰερουσαλὴμ μετ’ αὐτοῦ καὶ οἱ ἱερεῖς καὶ οἱ προφῆται καὶ πᾶς ὁ λαὸς ἀπὸ μικροῦ καὶ ἕως μεγάλου, κοὶ ἀνέγνω ἐνώπιον αὐτῶν πάντας τοὺς λόγους τοῦ βιβλίου τῆς διαθήκης τοῦ εὑρεθέντος ἐν οἴκῳ Κυρίου.

καὶ ἔστη ὁ βασιλεὺς πρὸς τὸν στύλον, καὶ διέθετο διαθήκην ἐνώπιον Κυρίου, τοῦ πορεύεσθαι ὀπίσω Κυρίου, τοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ μαρτύρια αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ἐν πάσῃ καρδίᾳ καὶ ἐν πάση ψυχῇ, τοῦ ἀναστῆσαι τοὺς λόγους τῆς διαθήκης ταύτης, τὰ γεγραμμένα ἐπὶ τὸ βιβλίον τοῦτο· καὶ ἔστη πᾶς ὁ λαὸς ἐν τῇ διαθήκη.

καὶ ἐνετείλατο ὁ βασιλεὺς τῷ Χελεκίᾳ τῷ ἱερεῖ τῷ μεγάλῳ καὶ τοῖς ἱερεῦσιν τῆς δευτερώσεως καὶ τοῖς φυλάσσουσιν τὸν σταθμὸν ἐξαγαγεῖν ἐκ τοῦ ναοῦ Κυρίου πάντα τὰ σκεύη τὰ πεποιημένα τῷ Βάαλ καὶ τῷ [*](Α) [*](16 om εγω Α Ι του βιβλιου] της βίβλου Α 17 εγκατελιπον Β b εγκατετο Α Ι εκκαυθησεται] καυ sup ras Α 1 18 υμας] υ sup ras Α a 19 αν το προσωπον] ν 1° sup ras Β ? αποπροσωπου B a? mg A | καταραν] ατ sup A 1 Ι εμου] μου Α Ι om γε Α 20 ιδου] εγω Α Ι ταφον] τοπον Α Ι ειρηνη] Ιλημ Α | επαγω] επα| εγω Α (επα Α 1 mg vid) XXIII 1 οι Βασιλεις] βασιλεις τω βασιλει Mai) B b τω βασιλει Α 2 οι κατοικουντες] pr παντες Α Ι λαος] + μετ αυτου Α | ενωπι·ν] + εν τοις ωσιν Α | βιβλιου] βιβλ sup ras 5 ut vid litt Α a 3 του φυλ.] pr και Α 4 Χελκια B b A | om τον σταθμον Α | τω ααλ BA a?] τη B. A* vid))

795
ἄλσει κα πάσῃ τῇ δυνάμει τοῦ οὐρανοῦ· καὶ κατέκαυσεν αὐτὰ ἔξω [*](B) Ἰερουσαλὴμ ἐν σαλημὼθ Κεδρών, καὶ ἔλαβεν τὸν χοῦν αὐτῶν εἰς Βαιθήλ.