Regnorum IV (Regum II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ κατᾠ κισαν τὰ βδελύγματα αὐτῶν ἐν τοῖς οἴκοις τῶν ὑψηλῶν ἃ ἐποίησαν ἐν Σαμαρείᾳ, ἔθνος ἔθνος ἐν πόλει ἐν ᾖ κατᾠκουν ἐν αὐτῇ· καὶ ἦσαν φοβούμενοι τὸν κύριον, καὶ ἐποίησαν ἱερεῖς τῶν ὑψηλῶν, καὶ ἐποίησαν ἑαυτοῖς ἐν οἴκῳ τῶν ὑψηλῶν.
τὸν κύριον ἐφοβοῦντο, καὶ τοῖς θεοῖς αὐτῶν ἐλάτγρευον κατὰ τὸ κρίμα τῶν ἐθνῶν ὅθεν ἀπὠκισεν αὐτοὺς ἐκεῖθεν.
ἕως τῆς ἡμέρας ταύτης αὐτοὶ "/> ἐποίουν κατὰ τὸ κρίμα αὐτῶν· αὐτοὶ φοβοῦνται, καὶ αὐτοὶ ποιοῦσιν κατὰ τὰ δικαιώματα αὐτῶν καὶ κατὰ τὴν κρίσιν αὐτῶν, καὶ κατὰ τὸν νόμον καὶ κατὰ τῆν ἐντολὴν ἣν ἐνετείλατο Κύριος τοῖς υἱοῖς Ἰακὼβ οὖ ἔθηκεν τὸ ὄνομα αὐτοῦ Ἰσραήλ.
καὶ διέθετο Κύριος μετ’ αὐτῶν διαθήκη, καὶ ἐνετείλατο αὐτοῖς λέγων Οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους καὶ προσκυνήσετε αὐτοῖς, καὶ οὐ λατρεύσετε αὐτοῖς καὶ οὐ θυσιάσετε αὐτοῖς·
ὅτι ἀλλ' ἢ τῷ κυρίῳ ὂς ἀνήγαγεν ὑμᾶς ἐκ τῆς Αἰγύπτου ἐν ἰσχύι μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ· αὐτὸν καὶ οὐ θυσιάσετε αὐτῷ προσκυνήσετε, αὐτῷ θύσετε.
καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα καὶ τὸν νόμον καὶ τὰς ἐντολὰς ἃς ἔγραψεν ὑμῖν ποιεῖν φυλάσσεσθε πάσας τὰς ἡμέρας, καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους.
καὶ τὴν διαθήκην ἣν διέθετο μεθ’ ὑμῶν οὐκ ἐπιλήσεσθε· καὶ οὐ φοβηθήσεσθε θεοὺς ἑτέρους,
ἀλλ’ ἢ τὸν κύριον θεὸν ὑμῶν φοβηθήσεσθε, καὶ αὐτὸς ἐξελεῖται ὑμᾶς ἐκ πάντων τῶν ἐχθρῶν ὑμῶν·
καὶ οὐκ ἀκούσεσθε ἔτι τῷ κρίματι αὐτῶν ὃ αὐτοὶ ποιοῦσιν.
καὶ ἦσαν τὰ ἔθνη ταῦτα φοβούμενοι τὸν κύριον, καὶ τοῖς γλυπτοῖς αὐτῶν ἦσαν δουλεύοντες· καί γε οἱ υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτῶν καθὰ ἐποίησαν οἱ πατέρες αὐτῶν ποιοῦσιν ἕως τῆς ημέρας ταύτης.
Καὶ ἐγένετο ἐν ἔτει τρίτῳ τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραὴλ ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα.
υἱὸς εἵκοσι καὶ πέντε ἐτῶν ἐν τῷ βασιλεύειον αὐτόν, καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀβού, θυγάτηρ Ζαχαρίου.
καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα [*](Α) [*](31 Σεπφαρουν] Σεφφαρουαιμ Α | κατεκεον Β* (κατεκαιον Βab [αι σθπερσψρ] Α) | Αδραμελεκ Α | Αμημελεχ Α | Σεφφαρουν] θεοις Σεφφατοις ρουαιμ Α 32 εποιησαν 2°] + εαυτοις Bab (mg) vid A 34 τοις υιοις] om Α 35 om μετ αυτων Α | προσκυνησετε] pr ου Βab (superscr) Α | θυσιασετε] θυμιασεται Α 36 προσκυνησεται αυτω Α | αυτω θυσετε] και αυτω θυμιασεται Α 37 φυλασσεσθαι ποιειν Α 39 αλλ η] pr οτι Α 40 ετι] επι Α | ο] ε Β* (τω Ως. Βab) om τω Α 2 ετων] ετων] + ην Α | εβασιλευσεν] σ 1° sup ras A1 | Zαχαριου] Ζαχχαιου Α)
αὐτὸς ἐξῆρεν τὰ ὑψηλά, καὶ [*](Β) συνέτριψεν τὰς στήλας, καὶ ἐξωλέθρευσεν τὰ ἀλση καὶ τὸν ὄφιν τὸν χαλκοῦν ὃν ἐποίησεν Μωυςῆς, ὅτι ἕως τῶν ἡμερῶν ἐκείνων ἦσαν οἱ υἱοὶ Ἰσραὴλ θυμιῶντες αὐτῷ. καὶ ἐκάλεσεν αὐτὸν Νεσθαλεί.
ἐν κυρίῳ θεῷ Ἰσραὴλ ἢλπισεν, καὶ μετ’αὐτὸν οὐκ ἐγενήθη ὄμοιος αὐτῷ ἐν βασιλεῦσιν Ἰούδα καὶ ἐν τοῖς γενομένοις ἔμπροσθεν αὐτοῦ.
καὶ ἐκολλήθη τῷ κυρίῳ, οὑκ ἀπέστη ὅπισθεν αὐτοῦ, καὶ ἐφύλαξεν τὰς ἐντολὰς αὐτοῦ ὅσας ἐνετείλατο Μωυςῇ.
καὶ ἦν Κύριος μετ’αὐτοῦ, καὶ ἐν πᾶσιν οἶς ἐποίει συνῆκεν. καὶ ἡθέτησεν ἐν τῷ βασιλεῖ Ἀσσυρίων, καὶ οὐκ ἐδούλευσεν αὐτῷ.
αὐτὸς ἐπάταξεν τοὺς ἀλλοφύλους ἕως Γάξης καὶ ἕως ὁρίου αὐτῆς, ἀπὸ πύργου Φθλασσόντων καὶ ἕως πόλεως ὀχυρᾶς.
καὶ ἐγένετο ἐν τῷ ἔτει τῷ τετάρτῳ βασιλεῖ Ἐξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ὁ ἕβδομος τῷ Ὡσῆε υἱῷ Ἠλὰ βασιλεῖ Ἰσραήλ, ἀνέβη Σαλαμανάσσαρ βασιλεὺς Ἀσσυρίων ἐπὶ Σαμάρειαν καὶ ἐπολιόρκει ἐπ’αὐτήν.
καὶ κατελάβετο αὐτὴν ἀπὸ τἐλους τριῶν ἐτῶν ἐν ἔτει ἕκτῳ τῷ Ἑξεκίᾳ, αὐτὸς ἐνιαυτὸς ἔνατος τῷ Ὡσῆε βασιλεῖ Ἰσραήλ, καὶ συνελήμφθη Σαμάρεια.