Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ τὰ λοιπὰ [*](Β) τῶν λόγων Ἰωαχὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ συναστεῖαι αὐτοῦ, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

καὶ ἐκοιμήθη Ἰωαχὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν Σαμαρείᾳ· καὶ ἐβασίλευσεν Ἰωὰς υἱὸς αὐτοῦ.

Ἐν ἔτει τριακοστῷ καὶ ἑβδόμῳ ἔτει τῷ Ἰωὰς βασιλεῖ Ἰούδα ἐβασίλευσεν Ἰωὰς υἱὸς Ἰωαχὰς ἐπὶ Ἰσρὴλ ἐν Σαμαρείᾳ ἑκκαίδεκα ἔτη.

καὶ ἐποίησεν τὸ ονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου· οὐκ ἀπέστη ἀπὸ πάσης Ἰεροβοὰμ υἱοῦ Ναβὰτ ἁμαρτίας ὅς ἐξήμαρτεν τὸν Ἰσραήλ, ἐν αὐτῇ ἐπορεύθη.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωὰς καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ἅς ἐποίησεν μετὰ Ἀμεσσείου βασιλέως Ἰούδα, οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ ;

καὶ ἐκοιμήθη Ἰωὰς μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἰεροβοὰμ ἐκάθισεν μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐν Σαμαρείᾳ μετὰ τῶν ἀδελφῶν Ἰσραήλ.

Καὶ Ἐλεισαῖε ἠρρώστησεν τὴν ἀρρωστίαν ἑαυτοῦ δι’ ἥν ἀπέθανεν· καὶ κατέβη πρὸς αὐτὸν Ἰωὰς βασιλεύς Ἰσραὴλ καὶ ἔκλαυσεν ἐπὶ προσώπου αὐτοῦ καὶ εἶπεν Πάτερ, πάτεερ, ἅρμα Ἰσπαὴλ καὶ ἱππεὺς αὐτοῦ.

καὶ εἶπεν αὐτῷ Ἐλεισαῖς Λάβε τόξον καὶ βέλη· καὶ ἔλαβεν πρὸς αὐτὸν τόξον καὶ βέλη.

καὶ εἶπεν τῷ βασιλεῖ Ἐπιβίβασον τὴν χεῖρά σου ἐπὶ τὸ τόξον· καὶ ἐπεβίβασεν Ἰωὰς τὴν χεῖρα αὐτοῦ, καὶ ἐπέθηκεν Ἐλεισαῖε τὰς χεῖρας αὐτοῦ ἐπὶ τὰς χεῖρας τοξῦ βασιλέως

καὶ εἶπεν Ἄνοιξον τὴν θυρίδα κατ’ ἀνατολάς· καὶ ἤνοιξεν. καὶ εἶπεν Βέλος σωτηρίας τῷ κυρίῳ καὶ βέλος σωτηρίας ἐν Συρίᾳ, καὶ πατέξει τὴν Συρίαν ἐν ἀφὲκ ἕως συντελείας.

καὶ εἶπεν αὐτῷ ἐλεισαῖε Λάβε τόξα· καὶ ἔλαβεν. καὶ εἶπεν τῷ βασιλεῖ Ἰσραήλ Πάταξον εἰς τὴν γῆν· καὶ ἐπάταξεν ὁ βασιλεὺς τρὶς καὶ ἔστη.

καὶ ἐλυπἠθη ἐπ’ αὐτῷ ὁ ἄνθρωπος τοῦ θεοῦ καὶ εἶπεν Εἰ ἐπάταξας πεντάκις ἢ ἑξάκις, τότε ἂν ἐπάταξας τὴν Συρίαν ἕως συντελείας· καὶ νῦν τρὶς πατάξεις τὴν Συρίαν.

Καὶ ἀπέθανεν Ἐλεισαῖε, καὶ ἔθαψαν αὐτόν. καὶ μονόξωνοι Μωὰβ ἦλθον [*](8 δυνατιαι Α | ουχι] ουχ ιδου Α |βιβλιου Α| βασιλευσι Α 9 αυτον] Α + μετα των πατερβν αυτου Α | αυτου 2°]+ αντ αυτου Β ab mg A 10 om ετει 2° Α | Ιωας 1°] post Ιω| seq ras 2 litt (αχ vid) in B | om επι Ισραηλ Α 11 αμαρτιας Ι. υιου Ν. Α |αυτη] αυταις Α 12 αυτου] αυτους Α | Αμεσσιου B b Αμεσιου Α 13 μετα των πατγερων (2°) . . . αδλθων ] επι του θρο|νου αυτου· και εταθη Ιωας εν Σα|μαρεια μετα των βασιλεων Α 14 Ελισιε B b Ελισς. Α (item infra) | εαυτου] αυτου Α | προσωπον Α 15 αυτον] εαυτον (ε superscr) B ab 16 βασιλει] + Ιݲηݲλݲ Α | το τοξον] om το Α |αυτου 1°] + επι το τοξον Α | τας χειρας (1°)] την χιρα Α 17 ηνοιξεν] + και ειπεν Ελισσαιε· ροιζησοݲ} και εροιζηεν Α | παταξεις Α)

772
[*](B) ἐν τῇ γῇ ἐλθόντος τοῦ ἐνιαυτοῦ.

κα ἐγένετο αὐτῶν θαπιόντων τὸν ἄνδρα, καὶ ἰδοὺ ἴδον τὸν μονόζωνον, κα ἔρριψαν τὸν ἄνδρα ἐν τῷ τάφω Ἐλεσαῖε· καὶ ἐπορεύθη καὶ ἥψατο τῶν ὀστέων Ἐλεισαῖε, καὶ ἔξησεν καὶ ἀνέστη ἐπὶ τοὺς πόδας αὐτοῦ.

Καὶ Ἁζαὴλ ἔξέθλιψεν τὸν Ἰσραὴλ πάσας τὰς ἡμέρας Ἰωαχάς.

καὶ ἠλέησεν Κύριος αὐτοὺς καὶ οἰκτείρησεν αὐτούς, καὶ ἐπέβλεψεν ἐπ’ αὐτοὺς διὰ τὴν διαθήκην αὐτοῦ τὴν μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ κα Ἰακώβ, καὶ οὐκ ἠθέλησεν Κύριος διαφθεῖραι αὐτούς, καὶ οὐκ ἀπέρριψεν αὐτοὺς ἀπὸ τοῦ προσώπου αὐτοῦ.

καὶ ἀπέθανεν Ἁζαὴλ βασιλεὺς Συρίας, καὶ ἐβασίλευσεν υἱὸς Αδερ υἱὸς αὐτοῦ ἀντ᾽ αὐτοῦ.