Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπι- στράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τόδε λέηει Κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών ; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἦς ἀνέβης ὅτι οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

καὶ ἐλάλησεν πρὸς αὐτούς Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;

καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ· καὶ εἶπεν Ἠλειοὺ ὁ θεσβείτης οὖτός [*](1 2 Οχοζιας ΒbA | δικτυωτου] δικτυου του Α| τω εν Σ.] του εν Σ. Α | Α επιζητησατε] επερωτησατε Α | τω Βααλ] τη Β. Α | αυτου 20] αυτων Α 3 Ηλιου ΒbA (ita ubique) | θεσβιτ. ΒbA (item 8) | αναστας δευρο] ανα- στηθι και πορευθητι Α | Οχοζιου ΒbA | Σαμαριας Α 4 κλινη]+σου Α | οτι]+εκει Α 5 επεστρεψατε] επεστραφηται Α 6 Ισραηλ] Ιλη <μ < Α | οm η κλινη Α 8 οm αυτου Α | εστιν ουτος)

742
[*](Β) ἐστιν.

καὶ ἀπέστειλεν πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλειοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι.

καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεται σὲ καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

καὶ προςέθετο ὁ βασιλεὺς καὶ ἀπέστειλεν πρὸς αὐτὸν ἀλλον πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ· καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, τάδε λέγει ὁ βασιλεύς Ταχέως κατάβηθι.

καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Εἰ ἄνυρωπος θεοῦ ἐγώ, καταβήσεται τῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεταί σε καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαυγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.

καὶ προςέθετο ὁ βασιλεὺς ἔτι ἀποστεῖλαι ἡγούμενον καὶ τοὺς πενήκοντα αὐτοῦ· καὶ ἦλθεν ὁ πεντηκόνταρχος ὁ τρίτος καὶ ἔκαμψεν ἐπὶ τὰ γόνατα αὐτοῦ κατέναντι Ἠλειού, καὶ ἐδεήθη αὐτοῦ καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ἐντιμωθήτω ἡ ψυχὴ μου καὶ ἡ ψυχὴ τῶν δούλων σου τούτων ἐν ὀφθαλμοῖς σου·

ἰδοὺ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν τοὺς δύο πεντηκοντάρχους τοὺς πρώτους· καὶ νῦν ἐντιμωθήτω δὴ ἡ ψυχή μου ἐν ὀφθαλμοῖς σου.

καὶ ελάλησεν ἄγγελος Κυρίου πρὸς Ἠλειοὺ καὶ εἶπεν Κατάβηθι μετ’ αὐτοῦ, μὴ φοβηθῇς ἀπὸ προςώπου αὐτῶν· καὶ ἀνέστη Ἠλειοὺ καὶ κατέβη μετ’ αὐτοῦ πρὸς τὸν βασιλέα.

καὶ ἐλάλησεν πρὸς αὐτὸν καὶ εἶπεν Ἠλειού Τάδε λέγει Κύριος Τί ὅτι ἀπέστειλας ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἧς ἀνέβης ἐκεῖ οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.

καὶ ἀπέθανεν κατὰ τὸ ῥῆμα Κυρίου ὃ ἐλάλησεν Ἠλειού.

καὶ τὰ λοιπὰ τῶν λόγων Ὀχοζείου α ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν [*](Α) [*](9 πεντηκονταρχον] pr ηγουμενον Α | ανεβη] + και ηλθεν Α 10 θεου] pr του Α | πεντηκοντα 1°] seq ras 1 lit in A 11 προσεθετο] προσεθηκεν Α: item 13 | και ελαλ.] pr και ανεβη Α 12 θεου] pr του Α | εγω] pr ειμι Α 13 om ετι Α | ηγουμενον] + πεντηκονταρχον τριτον Α |ηλθεν] αναβας ηλθεν προς αυτον Α | αυτου 2°] εαυτου Α | τουτων] + των πεντηκοντα Α 14 πρωτους] + και τους πεντηκοντα αυτων Α | μου] των δουλων σου Α 16 om Ηλειου Α | τι οτι απεστ. ζητησαι] ανθ ων εξαπεστει|λας αγγελους επερωτησαι Α | Ακκαρων] + παρα το| μη ειναι θεον εν Ιݲσݲλݲ του εκζητη|σαι εν ρηματι αυτου Α 17 απεθανεν] + Οχοζιας Α 18 om A | Οχοζιου Bb)

743
ἡμερῶν τοῖς βασιλεῦσιν Ἰσραήλ;

καὶ Ἰωρᾶμ υἱὸς Ἀχαᾶβ βασιλεύει [*](Β) ἐπὶ Ἰσραήλ ἐν Σαμαρείᾳ ἔτη δέκα δύο, ἐν ἔτει ὀκτωκαιδεκάτῳ Ἰωσαφᾶρ βασιλέως Ἰούδα.

καὶ ἐποίησεν τοὸ πονηρ[ον ἐνώπιον Κυρίου, πλήν οὐχ ὠς οἱ ἀδελφοὶ αὐποῦ οὐδὲ ὡς ἡ μήτηρ αὐποῦ·

καὶ ἀπέστειλεν τὰς στήλας τοῦ Βἀαλ ἂς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς· πλήν ἐν ταῖς ἀμαρτίαις οἴκου Ἰεροβοᾶμ ὄς ἔξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῶν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.

Καὶ ἐγέγετο ἐν τῷ ἀνάγειν Κύριον τὸν Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐεπορεύθη Ἠλειοὺ καὶ Ἐλεισαῖε ἐξ Ἰερεειχώ.

καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Ἰδοῦ δὴ ἐνταῦθα κάθου, ὅτι ὁ θεὸς ἀπέσταλκέν με ἔως Βαιξήλ. καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἠλθεν εἰς βαιθήλ.

καὶ ἠλθον οἱ νἱὶ τῶν προψητων οἱ ἐν βαιθήλ πρὸς Ἐλεισαῖε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὄτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου άπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπῶτε.