Regnorum IV (Regum II In Textu Masoretico)
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.
καὶ εἶπαν πρὸς αὐτόν Ἀνὴρ ἀνέβη εἰς συνάντησιν ἡμῶν καὶ εἶπεν πρὸς ἡμᾶς Δεῦτε ἐπι- στράφητε πρὸς τὸν βασιλέα τὸν ἀποστείλαντα ὑμᾶς καὶ λαλήσατε πρὸς αὐτόν Τόδε λέηει Κύριος Εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν Ἰσραὴλ σὺ πορεύῃ ζητῆσαι ἐν τῇ Βάαλ μυῖαν θεὸν Ἀκκαρών ; οὐχ οὕτως· ἡ κλίνη ἐφ’ ἦς ἀνέβης ὅτι οὐ καταβήσῃ ἀπ’ αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ.
καὶ ἐλάλησεν πρὸς αὐτούς Τίς ἡ κρίσις τοῦ ἀνδρὸς τοῦ ἀναβάντος εἰς συνάντησιν ὑμῖν καὶ λαλήσαντος πρὸς ὑμᾶς τοὺς λόγους τούτους;
καὶ εἶπον πρὸς αὐτόν Ἀνὴρ δασὺς καὶ ζώνην δερματίνην περιεζωσμένος τὴν ὀσφὺν αὐτοῦ· καὶ εἶπεν Ἠλειοὺ ὁ θεσβείτης οὖτός [*](1 2 Οχοζιας ΒbA | δικτυωτου] δικτυου του Α| τω εν Σ.] του εν Σ. Α | Α επιζητησατε] επερωτησατε Α | τω Βααλ] τη Β. Α | αυτου 20] αυτων Α 3 Ηλιου ΒbA (ita ubique) | θεσβιτ. ΒbA (item 8) | αναστας δευρο] ανα- στηθι και πορευθητι Α | Οχοζιου ΒbA | Σαμαριας Α 4 κλινη]+σου Α | οτι]+εκει Α 5 επεστρεψατε] επεστραφηται Α 6 Ισραηλ] Ιλη <μ < Α | οm η κλινη Α 8 οm αυτου Α | εστιν ουτος)
καὶ ἀπέστειλεν πρὸς αὐτὸν πεντηκόνταρχον καὶ τοὺς πεντήκοντα αὐτοῦ, καὶ ἀνέβη πρὸς αὐτόν· καὶ ἰδοὺ Ἠλειοὺ ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν καὶ εἶπεν Ἄνθρωπε τοῦ θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέν σε, κατάβηθι.
καὶ ἀπεκρίθη Ἠλειοὺ καὶ εἶπεν πρὸς τὸν πεντηκόνταρχον Καὶ εἰ ἄνθρωπος θεοῦ ἐγώ, καταβήσεται πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ καταφάγεται σὲ καὶ τοὺς πεντήκοντά σου· καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ καὶ κατέφαγεν αὐτὸν καὶ τοὺς πεντήκοντα αὐτοῦ.