Regnorum IV (Regum II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἀπέστειλεν τὰς στήλας τοῦ Βἀαλ ἂς ἐποίησεν ὁ πατὴρ αὐτοῦ καὶ συνέτριψεν αὐτάς· πλήν ἐν ταῖς ἀμαρτίαις οἴκου Ἰεροβοᾶμ ὄς ἔξήμαρτεν τὸν Ἰσραὴλ ἐκολλήθη, οὐκ ἀπέστη ἀπ’ αὐτῶν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος εἰς τὸν οἶκον Ἀχαάβ.

Καὶ ἐγέγετο ἐν τῷ ἀνάγειν Κύριον τὸν Ἠλειοὺ ἐν συνσεισμῷ ὡς εἰς τὸν οὐρανόν, καὶ ἐεπορεύθη Ἠλειοὺ καὶ Ἐλεισαῖε ἐξ Ἰερεειχώ.

καὶ εἶπεν Ἠλειοὺ πρὸς Ἐλεισαῖε Ἰδοῦ δὴ ἐνταῦθα κάθου, ὅτι ὁ θεὸς ἀπέσταλκέν με ἔως Βαιξήλ. καὶ εἶπεν Ἐλεισαῖε Ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, εἰ καταλείψω σε· καὶ ἠλθεν εἰς βαιθήλ.

καὶ ἠλθον οἱ νἱὶ τῶν προψητων οἱ ἐν βαιθήλ πρὸς Ἐλεισαῖε καὶ εἶπον πρὸς αὐτόν Εἰ ἔγνως ὄτι Κύριος σήμερον λαμβάνει τὸν κύριόν σου άπάνωθεν τῆς κεφαλῆς σου; καὶ εἶπεν Κἀγὼ ἔγνωκα, σιωπῶτε.