Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

Καὶ ἐγενήθη ὡς συνετέλεσεν Σαλωμὼν οἰκοδομεῖν τὸν οἶκον Κυρίου καὶ τὸν οἶκον τοῦ βασιλέως καὶ πᾶσαν τὴν πραγματείαν Σαλωμὼν ὅσα ἠθέλησεν ποιῆσαι,

καὶ ὤφθη Κύριος τῷ Σαλωμὼν δεύτερον καθὼς ὤφθη ἐν Γαβαώθ,

καὶ εἶπεν πρὸς αὐτὸν Κύριος Ἥκουσα τῆς φωνῆς τῆς προσευχῆς σου καὶ τῆς δεήσεώς σου ἧς ἐδεήθης ἐνώπιον ἐμοῦ· πεποίηκάσοι κατὰ πᾶσαν τῆν προσευχήν σου, ἡγίακα τὸν οἶκον τοῦτον ὅν ᾠκοδόμησας, τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ εἰς τὸν αἰῶνα· καὶ ἔσονται οἱ ὀφθαλμοί μου ἐκῖ εἰς τὸν αἰῶνα, καὶ ἡ καρδία μου πάσας τὰς ἡμέρας.

καὶ σὺ ἐὰν πορευθῇς ἐνώπιον ἐμοῦ καθὼς ἐπορεύθη Δαυεὶδ ὁ πατήρ σου ἐν ὁσιότητι καρδίας καὶ ἐν εὐθύτητι καὶ τοῦ ποιεῖν κατὰ πάντα ἅ ἐνετειλάμην αὐτῷ, καὶ τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου φυλάξῃς·

καὶ ἀναστήσω τὸν θρόνον τῆς βασιλείας σου ἐπὶ Ἰσραὴλ εἰς τὸν αὐτῶνα καθὼς ἐλάλησα τῷ Δαυεὶδ πατρί σου λέγων Οὐκ ἐξαρθήσεταί σοι ἀνὴρ ἡγούμενος ἐν Ἰσραήλ.