Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τοῦ δούλου σου Ἰσραήλ, καὶ ἀποστρίψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας τοὶς πατράσιν αὐτῶν.

ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον καὶ ἐξομολογήσονται τῷ ὀνόματί σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἀποστρέψουσιν ὅταν ταπεινώσῃς αὐτούς·

καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ καὶ ἵλεως ἔσῃ ταῖς ἁματρίαις τοῦ δούλου σου καὶ τοῦ λαοῦ σου Ἰσραήλ· ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαρὴν πορεύεσθαι ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν ἥν ἔδωκας τῷ δούσῳ σου ἐν κληρονομίᾳ.

λιμὸς ἐὰν γένηται, θάνατος ἐὰν γένηται, ὅτι ἔσται ἐνπυρισμός, βροῦχος, ἐρυςίβη ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ἐχθρὸς αὐτοῦ ἐν μιᾷ τῶν πόλεων αὐτοῦ, πᾶν συνάντημα, πᾶν πόνον,

πᾶσαν προσευχήν, πᾶσαν δέησιν ἐὰν γένηται παντὶ ἀν- θρώπῳ, ὡς ἂν γνῶσιν ἕκαστος ἁφὴν καρδίας αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον·

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου καὶ ἵλεως ἔσῃ, καὶ ποιήσεις καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ καθὼς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι σὺ μονώτατος οἶσας τὴν καρδίαν πάντων υἱῶν ἀνθρώπων,

ὅπως φοβῶνταί δε πάσας τὰς ἡμέρας ὅσας αὐτοὶ ζῶσιν ἐπὶ τῆς γῆς ἦς ἔδωκας τοῖς πατράσιν ἡμῶν.

καὶ τῷ ἀλλοτρίῳ ὅς οὐκ ἔστιν ἀπὸ λαοῦ σου οῦτος ,

καὶ ἥξουσιν καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον·

καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἐτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί δε ἱ ἀλλότρις, ὅπως γνῶσιν πάντες οἰ λαοὶ τὸ ὄνομά σου καὶ φοβῶνταί δε καθὼς ὁ λαός σου Ἰσραήλ, καὶ γνπωσιν ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν λἶκον τοῦτον ὃν ᾠκοδόμησα.

ὅτι ἐξελεύσεται ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾖ ἐπιστρέψεις αὐτούς, καὶ προσεύξονται ἐν ὀνόματι Κυρίου ὁδὸν τῆς πόλεως ἦς ἐξελέξω ἐν αὐτῇ καὶ τοῦ οἴκου οὖ ᾠκοδόμησα τῷ ὀνόματί σου·

καὶ σὺ εἰσακούσει [*](Α) [*](33 δεηθησονται]+ προς δε Α 34 εισ|ακουση Β* ει|σακ. Β α | δουλου] λαου Β ab 35 εις τον τοπον] ει, τοπον sup ras A a? | αποστρεψουσιν] επιστρεψ. Α 36 δουλου] λαου Α | γην] + σου Α | δουσω] λαω Α 37 γενηται 1 0]+ εν τη γη Α | βρουχος] pr ικτερος Α | εαν θλιψη] εκθλιψει Α | παν 2 0] παντα Α 38 αν- θρωπω]+ παντος λαου| σου Ι ݲςݲσ ݲςݲλ ݲςݲ Α 39 τας οδους (οδου Α)] pr πασας Α 40 om οσας Α | της γης] pr προσωπου πασης Α 41 σου] + Ι ݲςݲσ ݲςݲλ κݲςݲΑ | ουτος] + και ελθη απο | γης μακροθεν ενεκα ονοματος| σου· οτι ακουσουσιν το ον μα| σου το μεγα· και την χειρα σου| την ισχυουσαν· και βραχοινα σου| τον εκτεταμενον· Α 43 om συ Α | λαοι] + της γης Α | οικον] οι|κ sup ras B? (το|πον Β* vid) | om τουτον Α 44 οδον] οδος Α 45 om συ Α | εισακουση B ab A)

695
ἐκ τοῦ οὐρανοῦ τῆς δεήσεως αὐτῶν καὶ τῆς προσευχῆς αὐτῶν, καὶ [*](Β) ποιήσεις τὸ δικαίωμα αὐτοῖς.

ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔστιν ἄνθρπος ὃς οὐκ ἁμαρτήσεται, καὶ ἐπάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς ἐνώπιον ἐχθρῶν, καὶ αἰχμαλωτιοῦαιν οἱ αἰχμαλωτιοῦσιν οἱ αἰχμαλωτίζοντες εἰς γὴν μακρὰν καὶ ἐγγύς,

καὶ ἐπιστρέψουσιν καρδίας αὐτῶν ἐν τῇ γῇ οὗ μετήχθησαν ἐκεῖ, καὶ ἐπιστρέψωσιν ἐν γῇ μετοικάας αὐτῶν καὶ δεηθῶσίν σου λέγοντες Ἡμάρτομεν, ἠδικήσαμεν, ἠνομήσαμεν·

καὶ ἐπιστρέψωσιν πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν τῇ γῇ ἐχθρῶν αὐτῶν οὗ μετήγαγες αὐτούς, καὶ προσεύξονται πρὸς σὲ ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, τῆς πόλεως ἧς ἐξελέξω καὶ τοῦ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου·

καὶ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου,

καὶ ἵλεως ἔσῃ ταῖς ἀδικίαις αὐτῶν αἷς ἥμαρτόν σοι καὶ κατὰ πάντα τὰ ἀθετήματα αὐτῶν ἃ ἠθέτησάν σοι, καὶ δώσεις αὐτοὺς εἰς οἰκτειρμοὺς ἐνώπιον αἰχμαλωτευόντων αὐτοὺς καὶ οἰκτειρήσουσιν εἰς αὐτούς·