Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ ἐπροφήτευσαν ἔως οὖ παρῆλθεν τὸ δειλινόν. καὶ ἐγένετο ὡς ὁ καρὸς τοῦ ἀναβῆναι τὴν θυςίαν, καὶ ἐλάλησεν ’Ηλειοὺ πρὸς τοὺς προφήτας τῶν προσοχθιςμάτων λέγων Μετάστητε ἀπὸ τοῦ νῦν, καὶ ἐγὼ ποιήσω τὸ ὁλοκαύτωμά μου· καὶ μετέστησαν καὶ ἀπῆλθον.

καὶ εἶπεν Ἠλειοὺ πρὸς τὸν λαόν Προσαγάγετε πρὸς μέ· καὶ προςή- γαγεν πᾶν ὁ λαὸς πρὸς αὐτόν.

καὶ ἔλαβεν Ἠλειοὺ δώδεκα λίθους κατ’ ἀριθμὸν φυλῶν Ἰσραήλ, ὡς ἐλάλησεν Κύριος πρὸς αὐτὸν λέγων Ἰσραὴλ ἔσται τὸ ὄνομά σου.

καὶ ᾠκοδόμησεν τοὺς λίθους ἐν ὀνόματι Κυρίου, καὶ ἰάσατο τὸ θυσιαστήριον τὸ κατεσκαμμένον, καὶ ἐποίησεν θάλασσαν χωροῦσαν δύο μετρητὰς σπέρματος κυκλόθεν τοῦ θυσιαστηρίου.

καὶ ἐστοίβασεν τὰς σχίδακας ἐπὶ τὸ θυσιαστήριον ὃ ἐποίησεν, καὶ ἐμέλισεν τὸ ὁλοκαςύτωμα καὶ ἐπέθηκεν τὰς σχίδακας, καὶ ἐστοίβασεν ἐπὶ τὸ θυσιαστήριον.

καὶ εἶπεν Λάβετέ μοι τέσσαρας ὑδρίας ὕδατος, καὶ εἶπεν Δευτερώσατε· καὶ ἐδευτέρωσαν. καὶ εἶπεν Τρισσώσατε· καὶ ἐτρίσσευσαν.