Regnorum III (Regum I In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

XVαβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐπὶ Ἰουδά,

καὶ ἕξ ἔτης Ναβὰθ βασιλεύει Ἀβιοὺ υἱὸς Ἰεροβοὰμ ἐβασίλευσεν· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Μααχά, θυγάτηρ Ἀβεσσαλώμ.

καὶ ἐπορεύθη ἐν ταῖς ἁμαρτίαις τοῦ πατρὸς αὐτοῦ αἷς ἐποίησεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἢν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου θεοῦ αὐτοῦ ὡς ἡ καρδία τοῦ πατρὸς αὐτοῦ.

ὅτι διὰ Δαυεὶδ ἔδωκεν αὐτῷ Κύριος κατἁλειμμα, ἵνα στήσῃ τέκνα αὐτοῦ μετ’ αὐτὸν καὶ στήσῃ τὴν Ἰερουσαλήμ,

ὡς ἐποίησεν Δαυεὶδ τὸ εὐθὲς ἐνώπιον Κυρίου, οὐκ ἐξέκλινεν ἀπὸ πάντων ὦν ἐνετἑλατο αὐτῷ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ.

καὶ τὰ λοιπὰ τῶν λόγων Ἀβιοὺ καὶ πάντα ἁ ἐποίησεν, οὐκ ἰδοὺ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα ; καὶ πόλεμος ἢν ἀνὰ μέσον Ἀβιοὺ καὶ ἀνὰ μέσον Ἰεροβοάμ.

καὶ ἐκοιμήθη Ἀβιοὺ μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῷ εἰκοστῷ καὶ τετάρτῳ ἔτει τοῦ ἰεροβοάμ, κα θάπτεται μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει Δαυείδ· καὶ βασιλεύει Ἀσὰ υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ.

Ἐν τῷ ἐνιαυτῶ τῷ τετάρτῳ καὶ εἰκοστῷ τοῦ Ἰεροβοὰμ βασιλέως ’lσραὴλ βασιλεύει Ἀσὰ ἐπὶ Ἰούδαν,

καὶ τεσσεράκοντα κα ἓν ἔτος ἐβασίλευσεν ἐν Ἰερουσαλήμ· καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ Ἀνά, θυγάτηρ Ἀβεσσαλώμ.

καὶ ἐποίησεν Ἀσὰ τὸ εὐθὲς ἐνώπον Κυρίου ὡς Δαυεὶδ ὁ πατὴρ αὐτοῦ.

καὶ ἀφεῖλεν τὰς τελετὰς ἀπὸ τῆς γῆς, καὶ ἐξαπέστειλεν πάντα τὰ ἐπιτηδεύματα ἃ ἐποίησαν ὁ πατέρες αὐτοῦ.

καὶ τὴν Ἀνὰ τὴν μητέρα αὐτοῦ μετέστησεν τοῦ μὴ εἶναι ἡγουμένην, καθὼς ἐποίησεν σύνοδον ἐν τῷ αλσει αὐτῆς· καὶ ἐξέκοψεν Ἀσὰ τὰς καταδύσεις αὐτῆς καὶ ἐνέπρησεν πυρὶ ἐν τῷ χειμάρρῳ τῶν κέδρων.