Regnorum II (Samuelis II In Textu Masoretico)

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 1: Genesis-IV Kings. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1901.

καὶ εἶπεν Δαυείδ Εἰ ἔστιν ὑπολελειμμένος τῷ οἴκῳ Σαούλ, καὶ ποιήσω μετ’αὐτοῦ ἔλεος ἔνεκεν Ἰωναθάν;

καὶ ἐκ τοῦ οἴκου Σαοὺλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σειβά, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυείδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἱ δὺ εἶ Σειβά;καὶ εἶπεν Ἐγὼ [*](7 Ιεροβοαμ] Ροβοαμ Α 8 Μασβαχ Α | εκτων εκλ. πολεωντων Αδρ. ελαβεν Α ο βας. Δαδ Α | Σαλομων(ο superscr) B ab 9 Θουου]Θαει Α 10 Θοου] Θαει Α | Ιεδδουραν] pr τον Α | αντικειμενος Α 11 ο βασιλευς] + Δαδ αλλοφυλων Α | Σωβα Α 13 Γεβελεμ]Γημαλα Α | Γεβελεμεῖς Β b 14 Ιδουμαια 20 ]+εθηκεν εστηλωμενους Α | οι Ιδουμαιοι] om οι Α 15 ην] +Δαδ Α 16 Σαρουια Α | Αχιτωβ Α | Αχιμελεχ Α | Ασα ] Σαραις Α 18 Βαναι υιος Ιανακ] Βαναγαιας υιος Ιωδαε Α | συμβολος Α | Χελεθθει ] Χερεθθει Α | ο Φελεττει] Ωφελεθθει Α vid | υιοι ] pr και Bab mg IX 1 om ετι Α | υπολελειμμ. ΒΑ 2 Σιβα Α (ita ubique))

628
[*](Β) δοῦλος σός.

καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαοὺλ ἔτι ἀνήρ, καὶ ποιήσω μετ’ αὐτοῦ ἔλεος θεοῦ ; καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ἰωναθὰν πεπληγὼς τοὺς πόδας.

καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος ; καὶ εἶπεν Σειβά πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχεὶρ υἱοῦ Ἀμαὴρ ἐκ τῆς Λαδαβάρ.

καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυεὶδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχεὶρ υἱοῦ Ἀμειὴλ ἐκ τῆς Λαδαβάρ.

καὶ παραγίνεται Μεμφιβόσθε υἱὸς Ἰωναθὰν υἱοῦ Σαοὺλ πρὸς τὸν βασιλέα Δαυείδ, καὶ ἔπεσεν ὐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυείδ Μεμφιβόσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλὸς σου.

καὶ εἶπεν αὐτῷ Δαυείδ Μὴ φοβοῦ, ὅτι ποιῶν ποιήσω μετὰ σοῦ ἔλεος διὰ Ἰωναθὰν τὸν πατέρα σου, καὶ ἀποκαταστήσω σοι πάντα ἀγρὸν Σαοὺλ ππατρὸς τοῦ πατρός ου, καὶ σὺ φάγῃ ἄρτον ἐπὶ τῆς τραπέζης μου διὰ παντός.

καὶ προσεκύνησεν Μεμφιβόσθε καὶ εἶπεν Τίς εἰμι ὁ δοῦλός σου ὅτι ἐπέβλεψας ἐπὶ τὸν κύνα τὸν τεθνηκότα τὸν ὅμοιον ἐμοί ;

καὶ ἐκάλεσεν ὁ βασιλεὺς Σειβὰ τὸ παιδάριον Σαοὺλ καὶ εἶπεν πρὸς αὐτόν Πάντα ὅσα ἐστὶν τῷ Σαούλ καὶ ὅλῳ τῷ οἴκῳ αὐτοῦ δέδωκα τῷ υἱῷ τοῦ κυρίου σου.

καὶ ἐργᾷ αὐτῷ τὴν γῆν, σὺ καὶ οἱ υϊοί σου καὶ οἱ δουλοί σου, καὶ εἰσοίσεις τῷ υἱῷ τοῦ κυρίου σου ἄρτους καὶ ἔδεται ἄρτους· καὶ Μεμφιβόσθε υἱὸς τοῦ κυρίου σου φάγεται διὰ παντὸς ἄρτον ἐπὶ τῆς τραπέζης μου. καὶ τῷ Σειβὰ ἦσαν πέντε καὶ δέκα υἱοὶ καὶ εἴκοσι δοῦλοι.

καὶ εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός εἶπεν Σειβὰ πρὸς τὸν βασιλέα Κατὰ πάντα ὅσα ἐντέταλται ὁ κύριός μου ὁ βασιλεὺς τῷ δούλῳ αὐτοῦ, οὕτως ποιήσει ὁ δοῦλός σου. καὶ Μεμφιβόσθε ἤσθιεν ἐπὶ τῆς τραππέζης Δαυεὶδ καθὼς εἷς τῶν υἱῶν αὐτοῦ τοῦ βασιλέως.

καὶ τῷ Μεμφιβόσθε υἱὸς μικρὸς καὶ ὅνομα αὐτῷ Μειχά. καὶ πᾶσα ἡ κατοίκησις αὐτοῦ οἴκου Σειβὰ δοῦλοι τοῦ

καὶ Μεμφιβόσθε κατῴκει ἐν Ἰερουσαλήμ, ὅτι ἐπι τῆς τραπέζης τοῦ βασιλέως διὰ παντὸς ἤσθιεν· καὶ αὐτὸς ἦν χωλὸς ἀμφοτέροις τοῖς ποςὶν αὐτοῦ.

Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεύς υἱῶν Ἀμμών, καὶ ἐβασίλευσεν Ἀννὼν υἰὸς αὐτοῦ ἀντ’ αὐτοὺ.

καὶ εἶπεν Δαυείδ Ποιήσω ἔλεος μετὰ Ἁννὼν υἱοῦ Ναάς, ὅν τρόπον ἐποίησεν ὁ πατὴρ [*](Α) [*](3 εκ του οικου] τω οικω Α 4 Αμαηρ] Αμιηλ Α | Λαβαδαρι Α 5 Αμειηλ] Αμινηλ Α 6 Μεμφιβοσθαι Α (bis : item 8, 10 12 bis) | 9 υιω του κυριου] οικω τω κυριω Α 10 εργαν Α | αρτους 2°] αυτους Α | δια παντος αρτον] αρτους δια π. Α 11 om αυτου 2° Α 12 Μιχα Α | του Μεμφ.] τω Μεμφιβοσθαι Α 13 κατοικει Α | ησθιεν δια παντος Α Χ 1 Αννων] Αων Α 2 πατηρ αυτου] πα| του Α)

629
αὐτοῦ μετ’ἐμοῦ ἔλεος· καὶ ἀπέστειλεν Δαυεὶδ παρακαλέσαι αὐτὸν [*](Β) ὲν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ. καὶ παρεγένοντο οἱ παίδες Δαθεὶδ εἰς τὴν γῆν υἱῶν Ἀμμών.

καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Ἀμμὼν πρὸς Ἁννὼν τὸν κύριον αὐτῶν Μὴ παρὰ τὸ δοξάζειν Δαυεὶδ τὸν πατέρα σου ἐνώπιόν σου, ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας; ἀλλ’ὅπως οὐχὶ ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν τας; ἀλλ’ὅπως κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυεὶδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ;

καὶ ἔλαβεν Ἁννὼν τοὺς παῖδας Δαυεὶδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀκέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν,καὶ ἐχαπέστειλεν αὐτούς.

καὶ ἀπήγγειλαν τῷ Δαυεὶδ ὑπὲρ τῶν ἀνδρῶν, καὶ ἀπέστειλεν εἰς ἀπαντήν αὐτῶν, ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα· καὶ εἶπεν ὁ βασιλεύς Καθίσατε ἐν Ἰερειχὼ ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν, καὶ ἐπιστραφήσεσθε.